Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΔΙΑΤΕΙΝΕΙ δε απο περατος επι περας ευρωστως και διοικει τα παντα χρηστως 2 ταυτην εφιλησα και εξεζητησα εκ νεοτητος μου και εζητησα νυμφην αγαγεσθαι εμαυτω και εραστης εγενομην του καλλους αυτης 3 ευγενειαν δοξαζει συμβιωσιν θεου εχουσα και ο παντων δεσποτης ηγαπησεν αυτην 4 μυστις γαρ εστιν της του θεου επιστημης και αιρετις των εργων αυτου 5 ει δε πλουτος εστιν επιθυμητον κτημα εν βιω τι σοφιας πλουσιωτερον της τα παντα εργαζομενης 6 ει δε φρονησις εργαζεται τις αυτης των οντων μαλλον εστιν τεχνιτις 7 και ει δικαιοσυνην αγαπα τις οι πονοι ταυτης εισιν αρεται σωφροσυνην γαρ και φρονησιν εκδιδασκει δικαιοσυνην και ανδρειαν ων χρησιμωτερον ουδεν εστιν εν βιω ανθρωποις 8 ει δε και πολυπειριαν ποθει τις οιδεν τα αρχαια και τα μελλοντα εικαζει επισταται στροφας λογων και λυσεις αινιγματων σημεια και τερατα προγινωσκει και εκβασεις καιρων και χρονων 9 εκρινα τοινυν ταυτην αγαγεσθαι προς συμβιωσιν ειδως οτι εσται μοι συμβουλος αγαθων και παραινεσις φροντιδων και λυπης 10 εξω δι' αυτην δοξαν εν οχλοις και τιμην παρα πρεσβυτεροις ο νεος 11 οξυς ευρεθησομαι εν κρισει και εν οψει δυναστων θαυμασθησομαι 12 σιγωντα με περιμενουσιν και φθεγγομενω προσεξουσιν και λαλουντος επι πλειον χειρα επιθησουσιν επι στομα αυτων
13 εξω δι' αυτην αθανασιαν και μνημην αιωνιον τοις μετ' εμε απολειψω 14 διοικησω λαους και εθνη υποταγησεται μοι 15 φοβηθησονται με ακουσαντες τυραννοι φρικτοι εν πληθει φανουμαι αγαθος και εν πολεμω ανδρειος 16 εισελθων εις τον οικον μου προσαναπαυσομαι αυτη ου γαρ εχει πικριαν η συναναστροφη αυτης ουδε οδυνην η συμβιωσις αυτης αλλα ευφροσυνην και χαραν 17 ταυτα λογισαμενος εν εμαυτω και φροντισας εν καρδια μου οτι αθανασια εστιν εν συγγενεια σοφιας 18 και εν φιλια αυτης τερψις αγαθη και εν πονοις χειρων αυτης πλουτος ανεκλιπης και εν συγγυμνασια ομιλιας αυτης φρονησις και ευκλεια εν κοινωνια λογων αυτης περιηειν ζητων οπως λαβω αυτην εις εμαυτον 19 παις δε ημην ευφυης ψυχης τε ελαχον αγαθης 20 μαλλον δε αγαθος ων ηλθον εις σωμα αμιαντον 21 γνους δε οτι ουκ αλλως εσομαι εγκρατης εαν μη ο θεος δω και τουτο δ' ην φρονησεως το ειδεναι τινος η χαρις ενετυχον τω κυριω και εδεηθην αυτου και ειπον εξ ολης της καρδιας μου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας