Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙΠΟΝ γαρ εν εαυτοις λογισαμενοι ουκ ορθως ολιγος εστιν και λυπηρος ο βιος ημων και ουκ εστιν ιασις εν τελευτη ανθρωπου και ουκ εγνωσθη ο αναλυσας εξ αδου

Loading...


2 οτι αυτοσχεδιως εγενηθημεν και μετα τουτο εσομεθα ως ουχ υπαρξαντες οτι καπνος η πνοη εν ρισιν ημων και ο λογος σπινθηρ εν κινησει καρδιας ημων 3 ου σβεσθεντος τεφρα αποβησεται το σωμα και το πνευμα διαχυθησεται ως χαυνος αηρ 4 και το ονομα ημων επιλησθησεται εν χρονω και ουθεις μνημονευσει των εργων ημων και παρελευσεται ο βιος ημων ως ιχνη νεφελης και ως ομιχλη διασκεδασθησεται διωχθεισα υπο ακτινων ηλιου και υπο θερμοτητος αυτου βαρυνθεισα 5 σκιας γαρ παροδος ο καιρος ημων και ουκ εστιν αναποδισμος της τελευτης ημων οτι κατεσφραγισθη και ουδεις αναστρεφει

Loading...


6 δευτε ουν και απολαυσωμεν των οντων αγαθων και χρησωμεθα τη κτισει ως εν νεοτητι σπουδαιως

Loading...


7 οινου πολυτελους και μυρων πλησθωμεν και μη παροδευσατω ημας ανθος εαρος 8 στεψωμεθα ροδων καλυξιν πριν η μαρανθηναι 9 μηδεις ημων αμοιρος εστω της ημετερας αγερωχιας πανταχη καταλιπωμεν συμβολα της ευφροσυνης οτι αυτη η μερις ημων και ο κληρος ουτος 10 καταδυναστευσωμεν πενητα δικαιον μη φεισωμεθα χηρας μηδε πρεσβυτου εντραπωμεν πολιας πολυχρονιους 11 εστω δε ημων η ισχυς νομος της δικαιοσυνης το γαρ ασθενες αχρηστον ελεγχεται 12 ενεδρευσωμεν τον δικαιον οτι δυσχρηστος ημιν εστιν και εναντιουται τοις εργοις ημων και ονειδιζει ημιν αμαρτηματα νομου και επιφημιζει ημιν αμαρτηματα παιδειας ημων
13 επαγγελλεται γνωσιν εχειν θεου και παιδα κυριου εαυτον ονομαζει

Loading...


14 εγενετο ημιν εις ελεγχον εννοιων ημων βαρυς εστιν ημιν και βλεπομενος 15 οτι ανομοιος τοις αλλοις ο βιος αυτου και εξηλλαγμεναι αι τριβοι αυτου 16 εις κιβδηλον ελογισθημεν αυτω και απεχεται των οδων ημων ως απο ακαθαρσιων μακαριζει εσχατα δικαιων και αλαζονευεται πατερα θεον 17 ιδωμεν ει οι λογοι αυτου αληθεις και πειρασωμεν τα εν εκβασει αυτου 18 ει γαρ εστιν ο δικαιος υιος θεου αντιλημψεται αυτου και ρυσεται αυτον εκ χειρος ανθεστηκοτων

Loading...


19 υβρει και βασανω ετασωμεν αυτον ινα γνωμεν την επιεικειαν αυτου και δοκιμασωμεν την ανεξικακιαν αυτου 20 θανατω ασχημονι καταδικασωμεν αυτον εσται γαρ αυτου επισκοπη εκ λογων αυτου

Loading...


21 ταυτα ελογισαντο και επλανηθησαν απετυφλωσεν γαρ αυτους η κακια αυτων 22 και ουκ εγνωσαν μυστηρια θεου ουδε μισθον ηλπισαν οσιοτητος ουδε εκριναν γερας ψυχων αμωμων 23 οτι ο θεος εκτισεν τον ανθρωπον επ' αφθαρσια και εικονα της ιδιας αιδιοτητος εποιησεν αυτον

Loading...


24 φθονω δε διαβολου θανατος εισηλθεν εις τον κοσμον πειραζουσιν δε αυτον οι της εκεινου μεριδος οντες

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας