Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΝ τρισιν ωραισθην και ανεστην ωραια εναντι κυριου και ανθρωπων ομονοια αδελφων και φιλια των πλησιον και γυνη και ανηρ εαυτοις συμπεριφερομενοι 2 τρια δε ειδη εμισησεν η ψυχη μου και προσωχθισα σφοδρα τη ζωη αυτων πτωχον υπερηφανον και πλουσιον ψευστην γεροντα μοιχον ελαττουμενον συνεσει 3 εν νεοτητι ου συναγειοχας και πως αν ευροις εν τω γηρα σου 4 ως ωραιον πολιαις κρισις και πρεσβυτεροις επιγνωναι βουλην 5 ως ωραια γεροντων σοφια και δεδοξασμενοις διανοημα και βουλη 6 στεφανος γεροντων πολυπειρια και το καυχημα αυτων φοβος κυριου 7 εννεα υπονοηματα εμακαρισα εν καρδια και το δεκατον ερω επι γλωσσης ανθρωπος ευφραινομενος επι τεκνοις ζων και βλεπων επι πτωσει εχθρων 8 μακαριος ο συνοικων γυναικι συνετη και ος εν γλωσση ουκ ωλισθησεν και ος ουκ εδουλευσεν αναξιω εαυτου 9 μακαριος ος ευρεν φρονησιν και ο διηγουμενος εις ωτα ακουοντων 10 ως μεγας ο ευρων σοφιαν αλλ' ουκ εστιν υπερ τον φοβουμενον τον κυριον 11 φοβος κυριου υπερ παν υπερεβαλεν ο κρατων αυτου τινι ομοιωθησεται

Loading...


13 πασαν πληγην και μη πληγην καρδιας και πασαν πονηριαν και μη πονηριαν γυναικος
14 πασαν επαγωγην και μη επαγωγην μισουντων και πασαν εκδικησιν και μη εκδικησιν εχθρων 15 ουκ εστιν κεφαλη υπερ κεφαλην οφεως και ουκ εστιν θυμος υπερ θυμον εχθρου 16 συνοικησαι λεοντι και δρακοντι ευδοκησω η συνοικησαι μετα γυναικος πονηρας 17 πονηρια γυναικος αλλοιοι την ορασιν αυτης και σκοτοι το προσωπον αυτης ως αρκος 18 ανα μεσον των πλησιον αυτου αναπεσειται ο ανηρ αυτης και ακουσιως ανεστεναξεν πικρα 19 μικρα πασα κακια προς κακιαν γυναικος κληρος αμαρτωλου επιπεσοι αυτη 20 αναβασις αμμωδης εν ποσιν πρεσβυτερου ουτως γυνη γλωσσωδης ανδρι ησυχω 21 μη προσπεσης επι καλλος γυναικος και γυναικα μη επιποθησης 22 οργη και αναιδεια και αισχυνη μεγαλη γυνη εαν επιχορηγη τω ανδρι αυτης 23 καρδια ταπεινη και προσωπον σκυθρωπον και πληγη καρδιας γυνη πονηρα χειρες παρειμεναι και γονατα παραλελυμενα ητις ου μακαριει τον ανδρα αυτης

Loading...


24 απο γυναικος αρχη αμαρτιας και δι' αυτην αποθνησκομεν παντες 25 μη δως υδατι διεξοδον μηδε γυναικι πονηρα παρρησιαν 26 ει μη πορευεται κατα χειρας σου απο των σαρκων σου αποτεμε αυτην

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας