Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΜΝΗΜΟΣΥΝΟΝ ιωσιου εις συνθεσιν θυμιαματος εσκευασμενον εργω μυρεψου εν παντι στοματι ως μελι γλυκανθησεται και ως μουσικα εν συμποσιω οινου

Loading...


2 αυτος κατευθυνθη εν επιστροφη λαου και εξηρεν βδελυγματα ανομιας 3 κατευθυνεν προς κυριον την καρδιαν αυτου εν ημεραις ανομων κατισχυσεν την ευσεβειαν

Loading...


4 παρεξ δαυιδ και εζεκιου και ιωσιου παντες πλημμελειαν επλημμελησαν κατελιπον γαρ τον νομον του υψιστου οι βασιλεις ιουδα εξελιπον 5 εδωκαν γαρ το κερας αυτων ετεροις και την δοξαν αυτων εθνει αλλοτριω 6 ενεπυρισαν εκλεκτην πολιν αγιασματος και ηρημωσαν τας οδους αυτης 7 εν χειρι ιερεμιου εκακωσαν γαρ αυτον και αυτος εν μητρα ηγιασθη προφητης εκριζουν και κακουν και απολλυειν ωσαυτως οικοδομειν και καταφυτευειν 8 ιεζεκιηλ ος ειδεν ορασιν δοξης ην υπεδειξεν αυτω επι αρματος χερουβιν

Loading...


9 και γαρ εμνησθη των εχθρων εν ομβρω και αγαθωσαι τους ευθυνοντας οδους 10 και των δωδεκα προφητων τα οστα αναθαλοι εκ του τοπου αυτων παρεκαλεσαν γαρ τον ιακωβ και ελυτρωσαντο αυτους εν πιστει ελπιδος

Loading...


11 πως μεγαλυνωμεν τον ζοροβαβελ και αυτος ως σφραγις επι δεξιας χειρος 12 ουτως ιησους υιος ιωσεδεκ οι εν ημεραις αυτων ωκοδομησαν οικον και ανυψωσαν ναον αγιον κυριω ητοιμασμενον εις δοξαν αιωνος 13 και νεεμιου επι πολυ το μνημοσυνον του εγειραντος ημιν τειχη πεπτωκοτα και στησαντος πυλας και μοχλους και ανεγειραντος τα οικοπεδα ημων

Loading...


14 ουδεις εκτισθη επι της γης τοιουτος οιος ενωχ και γαρ αυτος ανελημφθη απο της γης

Loading...


15 ουδε ως ιωσηφ εγεννηθη ανηρ ηγουμενος αδελφων στηριγμα λαου και τα οστα αυτου επεσκεπησαν

Loading...


16 σημ και σηθ εν ανθρωποις εδοξασθησαν και υπερ παν ζωον εν τη κτισει αδαμ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας