Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΑΝ ευ ποιης γνωθι τινι ποιεις και εσται χαρις τοις αγαθοις σου 2 ευ ποιησον ευσεβει και ευρησεις ανταποδομα και ει μη παρ' αυτου αλλα παρα του υψιστου 3 ουκ εσται αγαθα τω ενδελεχιζοντι εις κακα και τω ελεημοσυνην μη χαριζομενω 4 δος τω ευσεβει και μη αντιλαβη του αμαρτωλου

Loading...


5 ευ ποιησον ταπεινω και μη δως ασεβει εμποδισον τους αρτους αυτου και μη δως αυτω ινα μη εν αυτοις σε δυναστευση διπλασια γαρ κακα ευρησεις εν πασιν αγαθοις οις αν ποιησης αυτω 6 οτι και ο υψιστος εμισησεν αμαρτωλους και τοις ασεβεσιν αποδωσει εκδικησιν 7 δος τω αγαθω και μη αντιλαβη του αμαρτωλου

Loading...


8 ουκ εκδικηθησεται εν αγαθοις ο φιλος και ου κρυβησεται εν κακοις ο εχθρος 9 εν αγαθοις ανδρος οι εχθροι αυτου εν λυπη και εν τοις κακοις αυτου και ο φιλος διαχωρισθησεται 10 μη πιστευσης τω εχθρω σου εις τον αιωνα ως γαρ ο χαλκος ιουται ουτως η πονηρια αυτου 11 και εαν ταπεινωθη και πορευηται συγκεκυφως επιστησον την ψυχην σου και φυλαξαι απ' αυτου και εση αυτω ως εκμεμαχως εσοπτρον και γνωση οτι ουκ εις τελος κατιωσεν 12 μη στησης αυτον παρα σεαυτω μη ανατρεψας σε στη επι τον τοπον σου μη καθισης αυτον εκ δεξιων σου μηποτε ζητηση την καθεδραν σου και επ' εσχατων επιγνωση τους λογους μου και επι των ρηματων μου κατανυγηση 13 τις ελεησει επαοιδον οφιοδηκτον και παντας τους προσαγοντας θηριοις 14 ουτως τον προσπορευομενον ανδρι αμαρτωλω και συμφυρομενον εν ταις αμαρτιαις αυτου 15 ωραν μετα σου διαμενει και εαν εκκλινης ου μη καρτερηση

Loading...


16 και εν τοις χειλεσιν αυτου γλυκανει ο εχθρος και εν τη καρδια αυτου βουλευσεται ανατρεψαι σε εις βοθρον εν οφθαλμοις αυτου δακρυσει ο εχθρος και εαν ευρη καιρον ουκ εμπλησθησεται αφ' αιματος 17 κακα εαν υπαντηση σοι ευρησεις αυτον προτερον εκει σου και ως βοηθων υποσχασει πτερναν σου 18 την κεφαλην αυτου κινησει και επικροτησει ταις χερσιν αυτου και πολλα διαψιθυρισει και αλλοιωσει το προσωπον αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας