Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΓΑΥΡΙΑΜΑ υψους στερεωμα καθαριοτητος ειδος ουρανου εν οραματι δοξης 2 ηλιος εν οπτασια διαγγελλων εν εξοδω σκευος θαυμαστον εργον υψιστου 3 εν μεσημβρια αυτου αναξηραινει χωραν και εναντιον καυματος αυτου τις υποστησεται 4 καμινον φυσων εν εργοις καυματος τριπλασιως ηλιος εκκαιων ορη ατμιδας πυρωδεις εκφυσων και εκλαμπων ακτινας αμαυροι οφθαλμους 5 μεγας κυριος ο ποιησας αυτον και εν λογοις αυτου κατεσπευσεν πορειαν 6 και η σεληνη εν πασιν εις καιρον αυτης αναδειξιν χρονων και σημειον αιωνος 7 απο σεληνης σημειον εορτης φωστηρ μειουμενος επι συντελειας 8 μην κατα το ονομα αυτης εστιν αυξανομενος θαυμαστως εν αλλοιωσει σκευος παρεμβολων εν υψει εν στερεωματι ουρανου εκλαμπων 9 καλλος ουρανου δοξα αστρων κοσμος φωτιζων εν υψιστοις κυριου 10 εν λογοις αγιου στησονται κατα κριμα και ου μη εκλυθωσιν εν φυλακαις αυτων 11 ιδε τοξον και ευλογησον τον ποιησαντα αυτο σφοδρα ωραιον εν τω αυγασματι αυτου 12 εγυρωσεν ουρανον εν κυκλωσει δοξης χειρες υψιστου ετανυσαν αυτο

Loading...


13 προσταγματι αυτου κατεσπευσεν χιονα και ταχυνει αστραπας κριματος αυτου 14 δια τουτο ηνεωχθησαν θησαυροι και εξεπτησαν νεφελαι ως πετεινα 15 εν μεγαλειω αυτου ισχυσεν νεφελας και διεθρυβησαν λιθοι χαλαζης 16 και εν οπτασια αυτου σαλευθησεται ορη εν θεληματι αυτου πνευσεται νοτος 17 φωνη βροντης αυτου ωνειδισεν γην και καταιγις βορεου και συστροφη πνευματος 18 ως πετεινα καθιπταμενα πασσει χιονα και ως ακρις καταλυουσα η καταβασις αυτης καλλος λευκοτητος αυτης εκθαυμασει οφθαλμος και επι του υετου αυτης εκστησεται καρδια 19 και παχνην ως αλα επι γης χεει και παγεισα γινεται σκολοπων ακρα 20 ψυχρος ανεμος βορεης πνευσει και παγησεται κρυσταλλος εφ' υδατος επι πασαν συναγωγην υδατος καταλυσει και ως θωρακα ενδυσεται το υδωρ 21 καταφαγεται ορη και ερημον εκκαυσει και αποσβεσει χλοην ως πυρ 22 ιασις παντων κατα σπουδην ομιχλη δροσος απαντωσα απο καυσωνος ιλαρωσει 23 λογισμω αυτου εκοπασεν αβυσσον και εφυτευσεν εν αυτη νησους 24 οι πλεοντες την θαλασσαν διηγουνται τον κινδυνον αυτης και ακοαις ωτιων ημων θαυμαζομεν
25 και εκει τα παραδοξα και θαυμασια εργα ποικιλια παντος ζωου κτισις κητων 26 δι' αυτον ευοδοι αγγελος αυτου και εν λογω αυτου συγκειται τα παντα 27 πολλα ερουμεν και ου μη αφικωμεθα και συντελεια λογων το παν εστιν αυτος 28 δοξαζοντες που ισχυσομεν αυτος γαρ ο μεγας παρα παντα τα εργα αυτου 29 φοβερος κυριος και σφοδρα μεγας και θαυμαστη η δυναστεια αυτου 30 δοξαζοντες κυριον υψωσατε καθ' οσον αν δυνησθε υπερεξει γαρ και ετι και υψουντες αυτον πληθυνατε εν ισχυι μη κοπιατε ου γαρ μη αφικησθε 31 τις εορακεν αυτον και εκδιηγησεται και τις μεγαλυνει αυτον καθως εστιν 32 πολλα αποκρυφα εστιν μειζονα τουτων ολιγα γαρ εωρακαμεν των εργων αυτου 33 παντα γαρ εποιησεν ο κυριος και τοις ευσεβεσιν εδωκεν σοφιαν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας