Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΛΙΘΩ ηρδαλωμενω συνεβληθη οκνηρος και πας εκσυριει επι τη ατιμια αυτου 2 βολβιτω κοπριων συνεβληθη οκνηρος πας ο αναιρουμενος αυτον εκτιναξει χειρα 3 αισχυνη πατρος εν γεννησει απαιδευτου θυγατηρ δε επ' ελαττωσει γινεται 4 θυγατηρ φρονιμη κληρονομησει ανδρα αυτης και η καταισχυνουσα εις λυπην γεννησαντος 5 πατερα και ανδρα καταισχυνει η θρασεια και υπο αμφοτερων ατιμασθησεται 6 μουσικα εν πενθει ακαιρος διηγησις μαστιγες δε και παιδεια εν παντι καιρω σοφιας 9 συγκολλων οστρακον ο διδασκων μωρον εξεγειρων καθευδοντα εκ βαθεος υπνου 10 διηγουμενος νυσταζοντι ο διηγουμενος μωρω και επι συντελεια ερει τι εστιν

Loading...


11 επι νεκρω κλαυσον εξελιπεν γαρ φως και επι μωρω κλαυσον εξελιπεν γαρ συνεσιν ηδιον κλαυσον επι νεκρω οτι ανεπαυσατο του δε μωρου υπερ θανατον η ζωη πονηρα 12 πενθος νεκρου επτα ημεραι μωρου δε και ασεβους πασαι αι ημεραι της ζωης αυτου 13 μετα αφρονος μη πληθυνης λογον και προς ασυνετον μη πορευου φυλαξαι απ' αυτου ινα μη κοπον εχης και ου μη μολυνθης εν τω εντιναγμω αυτου εκκλινον απ' αυτου και ευρησεις αναπαυσιν και ου μη ακηδιασης εν τη απονοια αυτου

Loading...


14 υπερ μολιβον τι βαρυνθησεται και τι αυτω ονομα αλλ' η μωρος
15 αμμον και αλα και βωλον σιδηρου ευκοπον υπενεγκειν η ανθρωπον ασυνετον 16 ιμαντωσις ξυλινη ενδεδεμενη εις οικοδομην εν συσσεισμω ου διαλυθησεται ουτως καρδια εστηριγμενη επι διανοηματος βουλης εν καιρω ου δειλιασει 17 καρδια ηδρασμενη επι διανοιας συνεσεως ως κοσμος ψαμμωτος τοιχου ξυστου 18 χαρακες επι μετεωρου κειμενοι κατεναντι ανεμου ου μη υπομεινωσιν ουτως καρδια δειλη επι διανοηματος μωρου κατεναντι παντος φοβου ου μη υπομεινη

Loading...


19 ο νυσσων οφθαλμον καταξει δακρυα και νυσσων καρδιαν εκφαινει αισθησιν 20 βαλλων λιθον επι πετεινα αποσοβει αυτα και ο ονειδιζων φιλον διαλυσει φιλιαν 21 επι φιλον εαν σπασης ρομφαιαν μη αφελπισης εστιν γαρ επανοδος 22 επι φιλον εαν ανοιξης στομα μη ευλαβηθης εστιν γαρ διαλλαγη πλην ονειδισμου και υπερηφανιας και μυστηριου αποκαλυψεως και πληγης δολιας εν τουτοις αποφευξεται πας φιλος 23 πιστιν κτησαι εν πτωχεια μετα του πλησιον ινα εν τοις αγαθοις αυτου ομου πλησθης εν καιρω θλιψεως διαμενε αυτω ινα εν τη κληρονομια αυτου συγκληρονομησης 24 προ πυρος ατμις καμινου και καπνος ουτως προ αιματων λοιδοριαι 25 φιλον σκεπασαι ουκ αισχυνθησομαι και απο προσωπου αυτου ου μη κρυβω 26 και ει κακα μοι συμβησεται δι' αυτον πας ο ακουων φυλαξεται απ' αυτου 27 τις δωσει επι στομα μου φυλακην και επι των χειλεων μου σφραγιδα πανουργον ινα μη πεσω απ' αυτης και η γλωσσα μου απολεση με

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας