Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΟΥΑΙ τοις εξουθενουσιν σιων και τοις πεποιθοσιν επι το ορος σαμαρειας απετρυγησαν αρχας εθνων και εισηλθον αυτοι οικος του ισραηλ

Loading...


2 διαβητε παντες και ιδετε και διελθατε εκειθεν εις εμαθ ραββα και καταβητε εκειθεν εις γεθ αλλοφυλων τας κρατιστας εκ πασων των βασιλειων τουτων ει πλεονα τα ορια αυτων εστιν των υμετερων οριων 3 οι ερχομενοι εις ημεραν κακην οι εγγιζοντες και εφαπτομενοι σαββατων ψευδων 4 οι καθευδοντες επι κλινων ελεφαντινων και κατασπαταλωντες επι ταις στρωμναις αυτων και εσθοντες εριφους εκ ποιμνιων και μοσχαρια εκ μεσου βουκολιων γαλαθηνα 5 οι επικροτουντες προς την φωνην των οργανων ως εστωτα ελογισαντο και ουχ ως φευγοντα 6 οι πινοντες τον διυλισμενον οινον και τα πρωτα μυρα χριομενοι και ουκ επασχον ουδεν επι τη συντριβη ιωσηφ

Loading...


7 δια τουτο νυν αιχμαλωτοι εσονται απ' αρχης δυναστων και εξαρθησεται χρεμετισμος ιππων εξ εφραιμ 8 οτι ωμοσεν κυριος καθ' εαυτου διοτι βδελυσσομαι εγω πασαν την υβριν ιακωβ και τας χωρας αυτου μεμισηκα και εξαρω πολιν συν πασιν τοις κατοικουσιν αυτην

Loading...


9 και εσται εαν υπολειφθωσιν δεκα ανδρες εν οικια μια και αποθανουνται και υπολειφθησονται οι καταλοιποι 10 και λημψονται οι οικειοι αυτων και παραβιωνται του εξενεγκαι τα οστα αυτων εκ του οικου και ερει τοις προεστηκοσι της οικιας ει ετι υπαρχει παρα σοι και ερει ουκετι και ερει σιγα ενεκα του μη ονομασαι το ονομα κυριου 11 διοτι ιδου κυριος εντελλεται και παταξει τον οικον τον μεγαν θλασμασιν και τον οικον τον μικρον ραγμασιν 12 ει διωξονται εν πετραις ιπποι ει παρασιωπησονται εν θηλειαις οτι υμεις εξεστρεψατε εις θυμον κριμα και καρπον δικαιοσυνης εις πικριαν 13 οι ευφραινομενοι επ' ουδενι λογω οι λεγοντες ουκ εν τη ισχυι ημων εσχομεν κερατα 14 διοτι ιδου εγω επεγειρω εφ' υμας οικος του ισραηλ εθνος και εκθλιψουσιν υμας του μη εισελθειν εις εμαθ και εως του χειμαρρου των δυσμων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας