Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΚΟΥΣΑΤΕ τον λογον τουτον δαμαλεις της βασανιτιδος αι εν τω ορει της σαμαρειας αι καταδυναστευουσαι πτωχους και καταπατουσαι πενητας αι λεγουσαι τοις κυριοις αυτων επιδοτε ημιν οπως πιωμεν 2 ομνυει κυριος κατα των αγιων αυτου διοτι ιδου ημεραι ερχονται εφ' υμας και λημψονται υμας εν οπλοις και τους μεθ' υμων εις λεβητας υποκαιομενους εμβαλουσιν εμπυροι λοιμοι 3 και εξενεχθησεσθε γυμναι κατεναντι αλληλων και απορριφησεσθε εις το ορος το ρεμμαν λεγει κυριος ο θεος 4 εισηλθατε εις βαιθηλ και ηνομησατε και εις γαλγαλα επληθυνατε του ασεβησαι και ηνεγκατε εις το πρωι θυσιας υμων εις την τριημεριαν τα επιδεκατα υμων 5 και ανεγνωσαν εξω νομον και επεκαλεσαντο ομολογιας απαγγειλατε οτι ταυτα ηγαπησαν οι υιοι ισραηλ λεγει κυριος ο θεος 6 και εγω δωσω υμιν γομφιασμον οδοντων εν πασαις ταις πολεσιν υμων και ενδειαν αρτων εν πασι τοις τοποις υμων και ουκ επεστρεψατε προς με λεγει κυριος 7 και εγω ανεσχον εξ υμων τον υετον προ τριων μηνων του τρυγητου και βρεξω επι πολιν μιαν επι δε πολιν μιαν ου βρεξω μερις μια βραχησεται και μερις εφ' ην ου βρεξω επ' αυτην ξηρανθησεται 8 και συναθροισθησονται δυο και τρεις πολεις εις πολιν μιαν του πιειν υδωρ και ου μη εμπλησθωσιν και ουκ επεστρεψατε προς με λεγει κυριος 9 επαταξα υμας εν πυρωσει και εν ικτερω επληθυνατε κηπους υμων αμπελωνας υμων και συκωνας υμων και ελαιωνας υμων κατεφαγεν η καμπη και ουδ' ως επεστρεψατε προς με λεγει κυριος

Loading...


10 εξαπεστειλα εις υμας θανατον εν οδω αιγυπτου και απεκτεινα εν ρομφαια τους νεανισκους υμων μετα αιχμαλωσιας ιππων σου και ανηγαγον εν πυρι τας παρεμβολας υμων εν τη οργη μου και ουδ' ως επεστρεψατε προς με λεγει κυριος 11 κατεστρεψα υμας καθως κατεστρεψεν ο θεος σοδομα και γομορρα και εγενεσθε ως δαλος εξεσπασμενος εκ πυρος και ουδ' ως επεστρεψατε προς με λεγει κυριος

Loading...


12 δια τουτο ουτως ποιησω σοι ισραηλ πλην οτι ουτως ποιησω σοι ετοιμαζου του επικαλεισθαι τον θεον σου ισραηλ 13 διοτι ιδου εγω στερεων βροντην και κτιζων πνευμα και απαγγελλων εις ανθρωπους τον χριστον αυτου ποιων ορθρον και ομιχλην και επιβαινων επι τα υψη της γης κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας