Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΙΔΟΝ τον κυριον εφεστωτα επι του θυσιαστηριου και ειπεν παταξον επι το ιλαστηριον και σεισθησεται τα προπυλα και διακοψον εις κεφαλας παντων και τους καταλοιπους αυτων εν ρομφαια αποκτενω ου μη διαφυγη εξ αυτων φευγων και ου μη διασωθη εξ αυτων ανασωζομενος 2 εαν κατορυγωσιν εις αδου εκειθεν η χειρ μου ανασπασει αυτους και εαν αναβωσιν εις τον ουρανον εκειθεν καταξω αυτους

Loading...


3 εαν εγκρυβωσιν εις την κορυφην του καρμηλου εκειθεν εξερευνησω και λημψομαι αυτους και εαν καταδυσωσιν εξ οφθαλμων μου εις τα βαθη της θαλασσης εκει εντελουμαι τω δρακοντι και δηξεται αυτους 4 και εαν πορευθωσιν εν αιχμαλωσια προ προσωπου των εχθρων αυτων εκει εντελουμαι τη ρομφαια και αποκτενει αυτους και στηριω τους οφθαλμους μου επ' αυτους εις κακα και ουκ εις αγαθα

Loading...


5 και κυριος κυριος ο θεος ο παντοκρατωρ ο εφαπτομενος της γης και σαλευων αυτην και πενθησουσιν παντες οι κατοικουντες αυτην και αναβησεται ως ποταμος συντελεια αυτης και καταβησεται ως ποταμος αιγυπτου 6 ο οικοδομων εις τον ουρανον αναβασιν αυτου και την επαγγελιαν αυτου επι της γης θεμελιων ο προσκαλουμενος το υδωρ της θαλασσης και εκχεων αυτο επι προσωπον της γης κυριος ο θεος ο παντοκρατωρ ονομα αυτω

Loading...


7 ουχ ως υιοι αιθιοπων υμεις εστε εμοι υιοι ισραηλ λεγει κυριος ου τον ισραηλ ανηγαγον εκ γης αιγυπτου και τους αλλοφυλους εκ καππαδοκιας και τους συρους εκ βοθρου

Loading...


8 ιδου οι οφθαλμοι κυριου του θεου επι την βασιλειαν των αμαρτωλων και εξαρω αυτην απο προσωπου της γης πλην οτι ουκ εις τελος εξαρω τον οικον ιακωβ λεγει κυριος 9 διοτι ιδου εγω εντελλομαι και λικμιω εν πασι τοις εθνεσιν τον οικον του ισραηλ ον τροπον λικμαται εν τω λικμω και ου μη πεση συντριμμα επι την γην 10 εν ρομφαια τελευτησουσι παντες αμαρτωλοι λαου μου οι λεγοντες ου μη εγγιση ουδ' ου μη γενηται εφ' ημας τα κακα 11 εν τη ημερα εκεινη αναστησω την σκηνην δαυιδ την πεπτωκυιαν και ανοικοδομησω τα πεπτωκοτα αυτης και τα κατεσκαμμενα αυτης αναστησω και ανοικοδομησω αυτην καθως αι ημεραι του αιωνος

Loading...


12 οπως εκζητησωσιν οι καταλοιποι των ανθρωπων και παντα τα εθνη εφ' ους επικεκληται το ονομα μου επ' αυτους λεγει κυριος ο θεος ο ποιων ταυτα 13 ιδου ημεραι ερχονται λεγει κυριος και καταλημψεται ο αλοητος τον τρυγητον και περκασει η σταφυλη εν τω σπορω και αποσταλαξει τα ορη γλυκασμον και παντες οι βουνοι συμφυτοι εσονται 14 και επιστρεψω την αιχμαλωσιαν λαου μου ισραηλ και οικοδομησουσιν πολεις τας ηφανισμενας και κατοικησουσιν και καταφυτευσουσιν αμπελωνας και πιονται τον οινον αυτων και φυτευσουσιν κηπους και φαγονται τον καρπον αυτων 15 και καταφυτευσω αυτους επι της γης αυτων και ου μη εκσπασθωσιν ουκετι απο της γης αυτων ης εδωκα αυτοις λεγει κυριος ο θεος ο παντοκρατωρ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας