Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΑΔΕ λεγει κυριος επι ταις τρισιν ασεβειαις μωαβ και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων κατεκαυσαν τα οστα βασιλεως της ιδουμαιας εις κονιαν 2 και εξαποστελω πυρ επι μωαβ και καταφαγεται θεμελια των πολεων αυτης και αποθανειται εν αδυναμια μωαβ μετα κραυγης και μετα φωνης σαλπιγγος 3 και εξολεθρευσω κριτην εξ αυτης και παντας τους αρχοντας αυτης αποκτενω μετ' αυτου λεγει κυριος 4 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις υιων ιουδα και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ενεκα του απωσασθαι αυτους τον νομον κυριου και τα προσταγματα αυτου ουκ εφυλαξαντο και επλανησεν αυτους τα ματαια αυτων α εποιησαν οις εξηκολουθησαν οι πατερες αυτων οπισω αυτων 5 και εξαποστελω πυρ επι ιουδαν και καταφαγεται θεμελια ιερουσαλημ 6 ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις ισραηλ και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων απεδοντο αργυριου δικαιον και πενητα ενεκεν υποδηματων 7 τα πατουντα επι τον χουν της γης και εκονδυλιζον εις κεφαλας πτωχων και οδον ταπεινων εξεκλιναν και υιος και πατηρ αυτου εισεπορευοντο προς την αυτην παιδισκην οπως βεβηλωσωσιν το ονομα του θεου αυτων 8 και τα ιματια αυτων δεσμευοντες σχοινιοις παραπετασματα εποιουν εχομενα του θυσιαστηριου και οινον εκ συκοφαντιων επινον εν τω οικω του θεου αυτων 9 εγω δε εξηρα τον αμορραιον εκ προσωπου αυτων ου ην καθως υψος κεδρου το υψος αυτου και ισχυρος ην ως δρυς και εξηρα τον καρπον αυτου επανωθεν και τας ριζας αυτου υποκατωθεν

Loading...


10 και εγω ανηγαγον υμας εκ γης αιγυπτου και περιηγαγον υμας εν τη ερημω τεσσαρακοντα ετη του κατακληρονομησαι την γην των αμορραιων

Loading...


11 και ελαβον εκ των υιων υμων εις προφητας και εκ των νεανισκων υμων εις αγιασμον μη ουκ εστιν ταυτα υιοι ισραηλ λεγει κυριος 12 και εποτιζετε τους ηγιασμενους οινον και τοις προφηταις ενετελλεσθε λεγοντες ου μη προφητευσητε 13 δια τουτο ιδου εγω κυλιω υποκατω υμων ον τροπον κυλιεται η αμαξα η γεμουσα καλαμης 14 και απολειται φυγη εκ δρομεως και ο κραταιος ου μη κρατηση της ισχυος αυτου και ο μαχητης ου μη σωση την ψυχην αυτου 15 και ο τοξοτης ου μη υποστη και ο οξυς τοις ποσιν αυτου ου μη διασωθη ουδε ο ιππευς ου μη σωση την ψυχην αυτου 16 και ευρησει την καρδιαν αυτου εν δυναστειαις ο γυμνος διωξεται εν εκεινη τη ημερα λεγει κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας