Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΚΟΥΣΑΤΕ τον λογον τουτον ον ελαλησεν κυριος εφ' υμας οικος ισραηλ και κατα πασης φυλης ης ανηγαγον εκ γης αιγυπτου λεγων 2 πλην υμας εγνων εκ πασων φυλων της γης δια τουτο εκδικησω εφ' υμας πασας τας αμαρτιας υμων 3 ει πορευσονται δυο επι το αυτο καθολου εαν μη γνωρισωσιν εαυτους 4 ει ερευξεται λεων εκ του δρυμου αυτου θηραν ουκ εχων ει δωσει σκυμνος φωνην αυτου εκ της μανδρας αυτου καθολου εαν μη αρπαση τι 5 ει πεσειται ορνεον επι την γην ανευ ιξευτου ει σχασθησεται παγις επι της γης ανευ του συλλαβειν τι 6 ει φωνησει σαλπιγξ εν πολει και λαος ου πτοηθησεται ει εσται κακια εν πολει ην κυριος ουκ εποιησεν

Loading...


7 διοτι ου μη ποιηση κυριος ο θεος πραγμα εαν μη αποκαλυψη παιδειαν αυτου προς τους δουλους αυτου τους προφητας 8 λεων ερευξεται και τις ου φοβηθησεται κυριος ο θεος ελαλησεν και τις ου προφητευσει 9 απαγγειλατε χωραις εν ασσυριοις και επι τας χωρας της αιγυπτου και ειπατε συναχθητε επι το ορος σαμαρειας και ιδετε θαυμαστα πολλα εν μεσω αυτης και την καταδυναστειαν την εν αυτη 10 και ουκ εγνω α εσται εναντιον αυτης λεγει κυριος οι θησαυριζοντες αδικιαν και ταλαιπωριαν εν ταις χωραις αυτων 11 δια τουτο ταδε λεγει κυριος ο θεος τυρος κυκλοθεν η γη σου ερημωθησεται και καταξει εκ σου ισχυν σου και διαρπαγησονται αι χωραι σου 12 ταδε λεγει κυριος ον τροπον οταν εκσπαση ο ποιμην εκ στοματος του λεοντος δυο σκελη η λοβον ωτιου ουτως εκσπασθησονται οι υιοι ισραηλ οι κατοικουντες εν σαμαρεια κατεναντι φυλης και εν δαμασκω ιερεις 13 ακουσατε και επιμαρτυρασθε τω οικω ιακωβ λεγει κυριος ο θεος ο παντοκρατωρ 14 διοτι εν τη ημερα οταν εκδικω ασεβειας του ισραηλ επ' αυτον και εκδικησω επι τα θυσιαστηρια βαιθηλ και κατασκαφησεται τα κερατα του θυσιαστηριου και πεσουνται επι την γην 15 συγχεω και παταξω τον οικον τον περιπτερον επι τον οικον τον θερινον και απολουνται οικοι ελεφαντινοι και προστεθησονται οικοι ετεροι πολλοι λεγει κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας