Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ επεστρεψα και ηρα τους οφθαλμους μου και ειδον και ιδου τεσσαρα αρματα εκπορευομενα εκ μεσου δυο ορεων και τα ορη ην ορη χαλκα

Loading...


2 εν τω αρματι τω πρωτω ιπποι πυρροι και εν τω αρματι τω δευτερω ιπποι μελανες 3 και εν τω αρματι τω τριτω ιπποι λευκοι και εν τω αρματι τω τεταρτω ιπποι ποικιλοι ψαροι 4 και απεκριθην και ειπα προς τον αγγελον τον λαλουντα εν εμοι τι εστιν ταυτα κυριε 5 και απεκριθη ο αγγελος ο λαλων εν εμοι και ειπεν ταυτα εστιν οι τεσσαρες ανεμοι του ουρανου εκπορευονται παραστηναι τω κυριω πασης της γης 6 εν ω ησαν οι ιπποι οι μελανες εξεπορευοντο επι γην βορρα και οι λευκοι εξεπορευοντο κατοπισθεν αυτων και οι ποικιλοι εξεπορευοντο επι γην νοτου 7 και οι ψαροι εξεπορευοντο και επεβλεπον του πορευεσθαι του περιοδευσαι την γην και ειπεν πορευεσθε και περιοδευσατε την γην και περιωδευσαν την γην 8 και ανεβοησεν και ελαλησεν προς με λεγων ιδου οι εκπορευομενοι επι γην βορρα ανεπαυσαν τον θυμον μου εν γη βορρα 9 και εγενετο λογος κυριου προς με λεγων 10 λαβε τα εκ της αιχμαλωσιας παρα των αρχοντων και παρα των χρησιμων αυτης και παρα των επεγνωκοτων αυτην και εισελευση συ εν τη ημερα εκεινη εις τον οικον ιωσιου του σοφονιου του ηκοντος εκ βαβυλωνος 11 και ληψη αργυριον και χρυσιον και ποιησεις στεφανους και επιθησεις επι την κεφαλην ιησου του ιωσεδεκ του ιερεως του μεγαλου 12 και ερεις προς αυτον ταδε λεγει κυριος παντοκρατωρ ιδου ανηρ ανατολη ονομα αυτω και υποκατωθεν αυτου ανατελει και οικοδομησει τον οικον κυριου

Loading...


13 και αυτος λημψεται αρετην και καθιεται και καταρξει επι του θρονου αυτου και εσται ο ιερευς εκ δεξιων αυτου και βουλη ειρηνικη εσται ανα μεσον αμφοτερων 14 ο δε στεφανος εσται τοις υπομενουσιν και τοις χρησιμοις αυτης και τοις επεγνωκοσιν αυτην και εις χαριτα υιου σοφονιου και εις ψαλμον εν οικω κυριου 15 και οι μακραν απ' αυτων ηξουσιν και οικοδομησουσιν εν τω οικω κυριου και γνωσεσθε διοτι κυριος παντοκρατωρ απεσταλκεν με προς υμας και εσται εαν εισακουοντες εισακουσητε της φωνης κυριου του θεου υμων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας