Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ηρα τους οφθαλμους μου και ειδον και ιδου τεσσαρα κερατα 2 και ειπα προς τον αγγελον τον λαλουντα εν εμοι τι εστιν ταυτα κυριε και ειπεν προς με ταυτα τα κερατα τα διασκορπισαντα τον ιουδαν και τον ισραηλ 3 και εδειξεν μοι κυριος τεσσαρας τεκτονας 4 και ειπα τι ουτοι ερχονται ποιησαι και ειπεν προς με ταυτα τα κερατα τα διασκορπισαντα τον ιουδαν και τον ισραηλ κατεαξαν και ουδεις αυτων ηρεν κεφαλην και εισηλθον ουτοι του οξυναι αυτα εις χειρας αυτων τα τεσσαρα κερατα τα εθνη τα επαιρομενα κερας επι την γην κυριου του διασκορπισαι αυτην 5 και ηρα τους οφθαλμους μου και ειδον και ιδου ανηρ και εν τη χειρι αυτου σχοινιον γεωμετρικον 6 και ειπα προς αυτον που συ πορευη και ειπεν προς με διαμετρησαι την ιερουσαλημ του ιδειν πηλικον το πλατος αυτης εστιν και πηλικον το μηκος 7 και ιδου ο αγγελος ο λαλων εν εμοι ειστηκει και αγγελος ετερος εξεπορευετο εις συναντησιν αυτω 8 και ειπεν προς αυτον λεγων δραμε και λαλησον προς τον νεανιαν εκεινον λεγων κατακαρπως κατοικηθησεται ιερουσαλημ απο πληθους ανθρωπων και κτηνων εν μεσω αυτης 9 και εγω εσομαι αυτη λεγει κυριος τειχος πυρος κυκλοθεν και εις δοξαν εσομαι εν μεσω αυτης 10 ω ω φευγετε απο γης βορρα λεγει κυριος διοτι εκ των τεσσαρων ανεμων του ουρανου συναξω υμας λεγει κυριος 11 εις σιων ανασωζεσθε οι κατοικουντες θυγατερα βαβυλωνος 12 διοτι ταδε λεγει κυριος παντοκρατωρ οπισω δοξης απεσταλκεν με επι τα εθνη τα σκυλευσαντα υμας διοτι ο απτομενος υμων ως απτομενος της κορης του οφθαλμου αυτου 13 διοτι ιδου εγω επιφερω την χειρα μου επ' αυτους και εσονται σκυλα τοις δουλευουσιν αυτοις και γνωσεσθε διοτι κυριος παντοκρατωρ απεσταλκεν με 14 τερπου και ευφραινου θυγατερ σιων διοτι ιδου εγω ερχομαι και κατασκηνωσω εν μεσω σου λεγει κυριος 15 και καταφευξονται εθνη πολλα επι τον κυριον εν τη ημερα εκεινη και εσονται αυτω εις λαον και κατασκηνωσουσιν εν μεσω σου και επιγνωση οτι κυριος παντοκρατωρ εξαπεσταλκεν με προς σε 16 και κατακληρονομησει κυριος τον ιουδαν την μεριδα αυτου επι την γην την αγιαν και αιρετιει ετι την ιερουσαλημ 17 ευλαβεισθω πασα σαρξ απο προσωπου κυριου διοτι εξεγηγερται εκ νεφελων αγιων αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας