Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΙΤΕΙΣΘΕ υετον παρα κυριου καθ' ωραν προιμον και οψιμον κυριος εποιησεν φαντασιας και υετον χειμερινον δωσει αυτοις εκαστω βοτανην εν αγρω 2 διοτι οι αποφθεγγομενοι ελαλησαν κοπους και οι μαντεις ορασεις ψευδεις και τα ενυπνια ψευδη ελαλουν ματαια παρεκαλουν δια τουτο εξηρθησαν ως προβατα και εκακωθησαν διοτι ουκ ην ιασις 3 επι τους ποιμενας παρωξυνθη ο θυμος μου και επι τους αμνους επισκεψομαι και επισκεψεται κυριος ο θεος ο παντοκρατωρ το ποιμνιον αυτου τον οικον ιουδα και ταξει αυτους ως ιππον ευπρεπη αυτου εν πολεμω 4 και εξ αυτου επεβλεψεν και εξ αυτου εταξεν και εξ αυτου τοξον εν θυμω εξ αυτου εξελευσεται πας ο εξελαυνων εν τω αυτω 5 και εσονται ως μαχηται πατουντες πηλον εν ταις οδοις εν πολεμω και παραταξονται διοτι κυριος μετ' αυτων και καταισχυνθησονται αναβαται ιππων 6 και κατισχυσω τον οικον ιουδα και τον οικον ιωσηφ σωσω και κατοικιω αυτους οτι ηγαπησα αυτους και εσονται ον τροπον ουκ απεστρεψαμην αυτους διοτι εγω κυριος ο θεος αυτων και επακουσομαι αυτοις 7 και εσονται ως μαχηται του εφραιμ και χαρησεται η καρδια αυτων ως εν οινω και τα τεκνα αυτων οψονται και ευφρανθησονται και χαρειται η καρδια αυτων επι τω κυριω 8 σημανω αυτοις και εισδεξομαι αυτους διοτι λυτρωσομαι αυτους και πληθυνθησονται καθοτι ησαν πολλοι 9 και σπερω αυτους εν λαοις και οι μακραν μνησθησονται μου εκθρεψουσιν τα τεκνα αυτων και επιστρεψουσιν 10 και επιστρεψω αυτους εκ γης αιγυπτου και εξ ασσυριων εισδεξομαι αυτους και εις την γαλααδιτιν και εις τον λιβανον εισαξω αυτους και ου μη υπολειφθη εξ αυτων ουδε εις 11 και διελευσονται εν θαλασση στενη και παταξουσιν εν θαλασση κυματα και ξηρανθησεται παντα τα βαθη ποταμων και αφαιρεθησεται πασα υβρις ασσυριων και σκηπτρον αιγυπτου περιαιρεθησεται

Loading...


12 και κατισχυσω αυτους εν κυριω θεω αυτων και εν τω ονοματι αυτου κατακαυχησονται λεγει κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας