Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΛΗΜΜΑ λογου κυριου επι τον ισραηλ λεγει κυριος εκτεινων ουρανον και θεμελιων γην και πλασσων πνευμα ανθρωπου εν αυτω 2 ιδου εγω τιθημι την ιερουσαλημ ως προθυρα σαλευομενα πασι τοις λαοις κυκλω και εν τη ιουδαια εσται περιοχη επι ιερουσαλημ 3 και εσται εν τη ημερα εκεινη θησομαι την ιερουσαλημ λιθον καταπατουμενον πασιν τοις εθνεσιν πας ο καταπατων αυτην εμπαιζων εμπαιξεται και επισυναχθησονται επ' αυτην παντα τα εθνη της γης 4 εν τη ημερα εκεινη λεγει κυριος παντοκρατωρ παταξω παντα ιππον εν εκστασει και τον αναβατην αυτου εν παραφρονησει επι δε τον οικον ιουδα διανοιξω τους οφθαλμους μου και παντας τους ιππους των λαων παταξω εν αποτυφλωσει 5 και ερουσιν οι χιλιαρχοι ιουδα εν ταις καρδιαις αυτων ευρησομεν εαυτοις τους κατοικουντας ιερουσαλημ εν κυριω παντοκρατορι θεω αυτων 6 εν τη ημερα εκεινη θησομαι τους χιλιαρχους ιουδα ως δαλον πυρος εν ξυλοις και ως λαμπαδα πυρος εν καλαμη και καταφαγονται εκ δεξιων και εξ ευωνυμων παντας τους λαους κυκλοθεν και κατοικησει ιερουσαλημ ετι καθ' εαυτην 7 και σωσει κυριος τα σκηνωματα ιουδα καθως απ' αρχης οπως μη μεγαλυνηται καυχημα οικου δαυιδ και επαρσις των κατοικουντων ιερουσαλημ επι τον ιουδαν 8 και εσται εν τη ημερα εκεινη υπερασπιει κυριος υπερ των κατοικουντων ιερουσαλημ και εσται ο ασθενων εν αυτοις εν εκεινη τη ημερα ως οικος δαυιδ ο δε οικος δαυιδ ως οικος θεου ως αγγελος κυριου ενωπιον αυτων 9 και εσται εν τη ημερα εκεινη ζητησω του εξαραι παντα τα εθνη τα επερχομενα επι ιερουσαλημ 10 και εκχεω επι τον οικον δαυιδ και επι τους κατοικουντας ιερουσαλημ πνευμα χαριτος και οικτιρμου και επιβλεψονται προς με ανθ' ων κατωρχησαντο και κοψονται επ' αυτον κοπετον ως επ' αγαπητον και οδυνηθησονται οδυνην ως επι πρωτοτοκω

Loading...


11 εν τη ημερα εκεινη μεγαλυνθησεται ο κοπετος εν ιερουσαλημ ως κοπετος ροωνος εν πεδιω εκκοπτομενου

Loading...


12 και κοψεται η γη κατα φυλας φυλας φυλη καθ' εαυτην και αι γυναικες αυτων καθ' εαυτας φυλη οικου δαυιδ καθ' εαυτην και αι γυναικες αυτων καθ' εαυτας φυλη οικου ναθαν καθ' εαυτην και αι γυναικες αυτων καθ' εαυτας 13 φυλη οικου λευι καθ' εαυτην και αι γυναικες αυτων καθ' εαυτας φυλη του συμεων καθ' εαυτην και αι γυναικες αυτων καθ' εαυτας 14 πασαι αι φυλαι αι υπολελειμμεναι φυλη καθ' εαυτην και αι γυναικες αυτων καθ' εαυτας

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας