Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ηκουσαν οι θλιβοντες ιουδα και βενιαμιν οτι οι υιοι της αποικιας οικοδομουσιν οικον τω κυριω θεω ισραηλ 2 και ηγγισαν προς ζοροβαβελ και προς τους αρχοντας των πατριων και ειπαν αυτοις οικοδομησομεν μεθ' υμων οτι ως υμεις εκζητουμεν τω θεω υμων και αυτω ημεις θυσιαζομεν απο ημερων ασαραδδων βασιλεως ασσουρ του ενεγκαντος ημας ωδε 3 και ειπεν προς αυτους ζοροβαβελ και ιησους και οι καταλοιποι των αρχοντων των πατριων του ισραηλ ουχ ημιν και υμιν του οικοδομησαι οικον τω θεω ημων οτι ημεις αυτοι επι το αυτο οικοδομησομεν τω κυριω θεω ημων ως ενετειλατο ημιν κυρος ο βασιλευς περσων 4 και ην ο λαος της γης εκλυων τας χειρας του λαου ιουδα και ενεποδιζον αυτους του οικοδομειν 5 και μισθουμενοι επ' αυτους βουλευομενοι του διασκεδασαι βουλην αυτων πασας τας ημερας κυρου βασιλεως περσων και εως βασιλειας δαρειου βασιλεως περσων 6 και εν βασιλεια ασουηρου εν αρχη βασιλειας αυτου εγραψαν επιστολην επι οικουντας ιουδα και ιερουσαλημ 7 και εν ημεραις αρθασασθα εγραψεν εν ειρηνη μιθραδατη ταβεηλ συν και τοις λοιποις συνδουλοις αυτου προς αρθασασθα βασιλεα περσων εγραψεν ο φορολογος γραφην συριστι και ηρμηνευμενην 8 ραουμ βααλταμ και σαμσαι ο γραμματευς εγραψαν επιστολην μιαν κατα ιερουσαλημ τω αρθασασθα βασιλει 9 ταδε εκρινεν ραουμ βααλταμ και σαμσαι ο γραμματευς και οι καταλοιποι συνδουλοι ημων διναιοι αφαρσαθαχαιοι ταρφαλλαιοι αφαρσαιοι αρχυαιοι βαβυλωνιοι σουσαναχαιοι οι εισιν ηλαμαιοι 10 και οι καταλοιποι εθνων ων απωκισεν ασενναφαρ ο μεγας και ο τιμιος και κατωκισεν αυτους εν πολεσιν της σομορων και το καταλοιπον περαν του ποταμου 11 αυτη η διαταγη της επιστολης ης απεστειλαν προς αυτον προς αρθασασθα βασιλεα παιδες σου ανδρες περαν του ποταμου 12 γνωστον εστω τω βασιλει οτι οι ιουδαιοι αναβαντες απο σου εφ' ημας ηλθοσαν εις ιερουσαλημ την πολιν την αποστατιν και πονηραν οικοδομουσιν και τα τειχη αυτης κατηρτισμενοι εισιν και θεμελιους αυτης ανυψωσαν
13 νυν ουν γνωστον εστω τω βασιλει οτι εαν η πολις εκεινη ανοικοδομηθη και τα τειχη αυτης καταρτισθωσιν φοροι ουκ εσονται σοι ουδε δωσουσιν και τουτο βασιλεις κακοποιει 14 και ασχημοσυνην βασιλεως ουκ εξεστιν ημιν ιδειν δια τουτο επεμψαμεν και εγνωρισαμεν τω βασιλει 15 ινα επισκεψηται εν βιβλιω υπομνηματισμου των πατερων σου και ευρησεις και γνωση οτι η πολις εκεινη πολις αποστατις και κακοποιουσα βασιλεις και χωρας και φυγαδια δουλων εν μεσω αυτης απο χρονων αιωνος δια ταυτα η πολις αυτη ηρημωθη 16 γνωριζομεν ουν ημεις τω βασιλει οτι εαν η πολις εκεινη οικοδομηθη και τα τειχη αυτης καταρτισθη ουκ εστιν σοι ειρηνη

Loading...


17 και απεστειλεν ο βασιλευς προς ραουμ βααλταμ και σαμσαι γραμματεα και τους καταλοιπους συνδουλους αυτων τους οικουντας εν σαμαρεια και τους καταλοιπους περαν του ποταμου ειρηνην και φησιν 18 ο φορολογος ον απεστειλατε προς ημας εκληθη εμπροσθεν εμου 19 και παρ' εμου ετεθη γνωμη και επεσκεψαμεθα και ευραμεν οτι η πολις εκεινη αφ' ημερων αιωνος επι βασιλεις επαιρεται και αποστασεις και φυγαδια γινονται εν αυτη 20 και βασιλεις ισχυροι γινονται επι ιερουσαλημ και επικρατουντες ολης της εσπερας του ποταμου και φοροι πληρεις και μερος διδοται αυτοις 21 και νυν θετε γνωμην καταργησαι τους ανδρας εκεινους και η πολις εκεινη ουκ οικοδομηθησεται ετι οπως απο της γνωμης 22 πεφυλαγμενοι ητε ανεσιν ποιησαι περι τουτου μηποτε πληθυνθη αφανισμος εις κακοποιησιν βασιλευσιν 23 τοτε ο φορολογος του αρθασασθα βασιλεως ανεγνω ενωπιον ραουμ και σαμσαι γραμματεως και συνδουλων αυτων και επορευθησαν σπουδη εις ιερουσαλημ και εν ιουδα και κατηργησαν αυτους εν ιπποις και δυναμει 24 τοτε ηργησεν το εργον οικου του θεου του εν ιερουσαλημ και ην αργουν εως δευτερου ετους της βασιλειας δαρειου του βασιλεως περσων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας