Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ συνηχθησαν πας ο λαος ως ανηρ εις εις το πλατος το εμπροσθεν πυλης του υδατος και ειπαν τω εσδρα τω γραμματει ενεγκαι το βιβλιον νομου μωυση ον ενετειλατο κυριος τω ισραηλ 2 και ηνεγκεν εσδρας ο ιερευς τον νομον ενωπιον της εκκλησιας απο ανδρος και εως γυναικος και πας ο συνιων ακουειν εν ημερα μια του μηνος του εβδομου 3 και ανεγνω εν αυτω απο της ωρας του διαφωτισαι τον ηλιον εως ημισους της ημερας απεναντι των ανδρων και των γυναικων και αυτοι συνιεντες και ωτα παντος του λαου εις το βιβλιον του νομου 4 και εστη εσδρας ο γραμματευς επι βηματος ξυλινου και εστησαν εχομενα αυτου ματταθιας και σαμαιας και ανανιας και ουρια και ελκια και μαασαια εκ δεξιων αυτου και εξ αριστερων φαδαιας και μισαηλ και μελχιας και ωσαμ και ασαβδανα και ζαχαριας και μοσολλαμ 5 και ηνοιξεν εσδρας το βιβλιον ενωπιον παντος του λαου οτι αυτος ην επανω του λαου και εγενετο ηνικα ηνοιξεν αυτο εστη πας ο λαος 6 και ηυλογησεν εσδρας κυριον τον θεον τον μεγαν και απεκριθη πας ο λαος και ειπαν αμην επαραντες χειρας αυτων και εκυψαν και προσεκυνησαν τω κυριω επι προσωπον επι την γην 7 και ιησους και βαναιας και σαραβια ησαν συνετιζοντες τον λαον εις τον νομον και ο λαος εν τη στασει αυτου 8 και ανεγνωσαν εν βιβλιω νομου του θεου και εδιδασκεν εσδρας και διεστελλεν εν επιστημη κυριου και συνηκεν ο λαος εν τη αναγνωσει 9 και ειπεν νεεμιας και εσδρας ο ιερευς και γραμματευς και οι λευιται οι συνετιζοντες τον λαον και ειπαν παντι τω λαω η ημερα αγια εστιν τω κυριω θεω ημων μη πενθειτε μηδε κλαιετε οτι εκλαιεν πας ο λαος ως ηκουσαν τους λογους του νομου 10 και ειπεν αυτοις πορευεσθε φαγετε λιπασματα και πιετε γλυκασματα και αποστειλατε μεριδας τοις μη εχουσιν οτι αγια εστιν η ημερα τω κυριω ημων και μη διαπεσητε οτι εστιν ισχυς υμων 11 και οι λευιται κατεσιωπων παντα τον λαον λεγοντες σιωπατε οτι η ημερα αγια και μη καταπιπτετε 12 και απηλθεν πας ο λαος φαγειν και πιειν και αποστελλειν μεριδας και ποιησαι ευφροσυνην μεγαλην οτι συνηκαν εν τοις λογοις οις εγνωρισεν αυτοις 13 και εν τη ημερα τη δευτερα συνηχθησαν οι αρχοντες των πατριων τω παντι λαω οι ιερεις και οι λευιται προς εσδραν τον γραμματεα επιστησαι προς παντας τους λογους του νομου 14 και ευροσαν γεγραμμενον εν τω νομω ω ενετειλατο κυριος τω μωυση οπως κατοικησωσιν οι υιοι ισραηλ εν σκηναις εν εορτη εν μηνι τω εβδομω 15 και οπως σημανωσιν σαλπιγξιν εν πασαις ταις πολεσιν αυτων και εν ιερουσαλημ και ειπεν εσδρας εξελθετε εις το ορος και ενεγκετε φυλλα ελαιας και φυλλα ξυλων κυπαρισσινων και φυλλα μυρσινης και φυλλα φοινικων και φυλλα ξυλου δασεος ποιησαι σκηνας κατα το γεγραμμενον 16 και εξηλθεν ο λαος και ηνεγκαν και εποιησαν εαυτοις σκηνας ανηρ επι του δωματος αυτου και εν ταις αυλαις αυτων και εν ταις αυλαις οικου του θεου και εν πλατειαις της πολεως και εως πυλης εφραιμ 17 και εποιησαν πασα η εκκλησια οι επιστρεψαντες απο της αιχμαλωσιας σκηνας και εκαθισαν εν σκηναις οτι ουκ εποιησαν απο ημερων ιησου υιου ναυη ουτως οι υιοι ισραηλ εως της ημερας εκεινης και εγενετο ευφροσυνη μεγαλη 18 και ανεγνω εν βιβλιω νομου του θεου ημεραν εν ημερα απο της ημερας της πρωτης εως της ημερας της εσχατης και εποιησαν εορτην επτα ημερας και τη ημερα τη ογδοη εξοδιον κατα το κριμα

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας