Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εγενετο ως ηκουσεν σαναβαλλατ και τωβια και οι αραβες και οι αμμανιται οτι ανεβη φυη τοις τειχεσιν ιερουσαλημ οτι ηρξαντο αι διασφαγαι αναφρασσεσθαι και πονηρον αυτοις εφανη σφοδρα 2 και συνηχθησαν παντες επι το αυτο ελθειν παραταξασθαι εν ιερουσαλημ 3 και προσηυξαμεθα προς τον θεον ημων και εστησαμεν προφυλακας επ' αυτους ημερας και νυκτος απο προσωπου αυτων 4 και ειπεν ιουδας συνετριβη η ισχυς των εχθρων και ο χους πολυς και ημεις ου δυνησομεθα οικοδομειν εν τω τειχει 5 και ειπαν οι θλιβοντες ημας ου γνωσονται και ουκ οψονται εως οτου ελθωμεν εις μεσον αυτων και φονευσωμεν αυτους και καταπαυσωμεν το εργον 6 και εγενετο ως ηλθοσαν οι ιουδαιοι οι οικουντες εχομενα αυτων και ειποσαν ημιν αναβαινουσιν εκ παντων των τοπων εφ' ημας 7 και εστησα εις τα κατωτατα του τοπου κατοπισθεν του τειχους εν τοις σκεπεινοις και εστησα τον λαον κατα δημους μετα ρομφαιων αυτων λογχας αυτων και τοξα αυτων 8 και ειδον και ανεστην και ειπα προς τους εντιμους και προς τους στρατηγους και προς τους καταλοιπους του λαου μη φοβηθητε απο προσωπου αυτων μνησθητε του θεου ημων του μεγαλου και φοβερου και παραταξασθε περι των αδελφων υμων υιων υμων και θυγατερων υμων γυναικων υμων και οικων υμων 9 και εγενετο ηνικα ηκουσαν οι εχθροι ημων οτι εγνωσθη ημιν και διεσκεδασεν ο θεος την βουλην αυτων και επεστρεψαμεν παντες ημεις εις το τειχος ανηρ εις το εργον αυτου 10 και εγενετο απο της ημερας εκεινης ημισυ των εκτετιναγμενων εποιουν το εργον και ημισυ αυτων αντειχοντο και λογχαι και θυρεοι και τα τοξα και οι θωρακες και οι αρχοντες οπισω παντος οικου ιουδα 11 των οικοδομουντων εν τω τειχει και οι αιροντες εν τοις αρτηρσιν εν οπλοις εν μια χειρι εποιει αυτο το εργον και μια εκρατει την βολιδα 12 και οι οικοδομοι ανηρ ρομφαιαν αυτου εζωσμενος επι την οσφυν αυτου και ωκοδομουσαν και ο σαλπιζων εν τη κερατινη εχομενα αυτου 13 και ειπα προς τους εντιμους και προς τους αρχοντας και προς τους καταλοιπους του λαου το εργον πλατυ και πολυ και ημεις σκορπιζομεθα επι του τειχους μακραν ανηρ απο του αδελφου αυτου 14 εν τοπω ου εαν ακουσητε την φωνην της κερατινης εκει συναχθησεσθε προς ημας και ο θεος ημων πολεμησει περι ημων 15 και ημεις ποιουντες το εργον και ημισυ αυτων κρατουντες τας λογχας απο αναβασεως του ορθρου εως εξοδου των αστρων 16 και εν τω καιρω εκεινω ειπα τω λαω αυλισθητε εν μεσω ιερουσαλημ και εστω υμιν η νυξ προφυλακη και η ημερα εργον 17 και ημην εγω και οι ανδρες της προφυλακης οπισω μου και ουκ ην εξ ημων εκδιδυσκομενος ανηρ τα ιματια αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας