Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ μετα τα ρηματα ταυτα εν βασιλεια αρθασασθα βασιλεως περσων ανεβη εσδρας υιος σαραιου υιου αζαριου υιου ελκια

Loading...


2 υιου σαλουμ υιου σαδδουκ υιου αχιτωβ 3 υιου σαμαρια υιου εσρια υιου μαρερωθ 4 υιου ζαραια υιου σαουια υιου βοκκι 5 υιου αβισουε υιου φινεες υιου ελεαζαρ υιου ααρων του ιερεως του πρωτου 6 αυτος εσδρας ανεβη εκ βαβυλωνος και αυτος γραμματευς ταχυς εν νομω μωυση ον εδωκεν κυριος ο θεος ισραηλ και εδωκεν αυτω ο βασιλευς οτι χειρ κυριου θεου αυτου επ' αυτον εν πασιν οις εζητει αυτος

Loading...


7 και ανεβησαν απο υιων ισραηλ και απο των ιερεων και απο των λευιτων και οι αδοντες και οι πυλωροι και οι ναθινιμ εις ιερουσαλημ εν ετει εβδομω τω αρθασασθα τω βασιλει 8 και ηλθοσαν εις ιερουσαλημ τω μηνι τω πεμπτω τουτο ετος εβδομον τω βασιλει 9 οτι εν μια του μηνος του πρωτου αυτος εθεμελιωσεν την αναβασιν την απο βαβυλωνος εν δε τη πρωτη του μηνος του πεμπτου ηλθοσαν εις ιερουσαλημ οτι χειρ θεου αυτου ην αγαθη επ' αυτον 10 οτι εσδρας εδωκεν εν καρδια αυτου ζητησαι τον νομον και ποιειν και διδασκειν εν ισραηλ προσταγματα και κριματα 11 και αυτη η διασαφησις του διαταγματος ου εδωκεν αρθασασθα τω εσδρα τω ιερει τω γραμματει βιβλιου λογων εντολων κυριου και προσταγματων αυτου επι τον ισραηλ 12 αρθασασθα βασιλευς βασιλεων εσδρα γραμματει νομου του θεου του ουρανου τετελεσται ο λογος και η αποκρισις
13 απ' εμου ετεθη γνωμη οτι πας ο εκουσιαζομενος εν βασιλεια μου απο λαου ισραηλ και ιερεων και λευιτων πορευθηναι εις ιερουσαλημ μετα σου πορευθηναι 14 απο προσωπου του βασιλεως και των επτα συμβουλων απεσταλη επισκεψασθαι επι την ιουδαιαν και εις ιερουσαλημ νομω θεου αυτων τω εν χειρι σου 15 και εις οικον κυριου αργυριον και χρυσιον ο ο βασιλευς και οι συμβουλοι ηκουσιασθησαν τω θεω του ισραηλ τω εν ιερουσαλημ κατασκηνουντι 16 και παν αργυριον και χρυσιον ο τι εαν ευρης εν παση χωρα βαβυλωνος μετα εκουσιασμου του λαου και ιερεων των εκουσιαζομενων εις οικον θεου τον εν ιερουσαλημ 17 και παν προσπορευομενον τουτον ετοιμως ενταξον εν βιβλιω τουτω μοσχους κριους αμνους και θυσιας αυτων και σπονδας αυτων και προσοισεις αυτα επι θυσιαστηριου του οικου του θεου υμων του εν ιερουσαλημ 18 και ει τι επι σε και τους αδελφους σου αγαθυνθη εν καταλοιπω του αργυριου και του χρυσιου ποιησαι ως αρεστον τω θεω υμων ποιησατε 19 και τα σκευη τα διδομενα σοι εις λειτουργιαν οικου θεου παραδος ενωπιον του θεου εν ιερουσαλημ 20 και καταλοιπον χρειας οικου θεου σου ο αν φανη σοι δουναι δωσεις απο οικων γαζης βασιλεως 21 και απ' εμου εγω αρθασασθα βασιλευς εθηκα γνωμην πασαις ταις γαζαις ταις εν περα του ποταμου οτι παν ο αν αιτηση υμας εσδρας ο ιερευς και γραμματευς του νομου του θεου του ουρανου ετοιμως γιγνεσθω 22 εως αργυριου ταλαντων εκατον και εως πυρου κορων εκατον και εως οινου βαδων εκατον και εως ελαιου βαδων εκατον και αλας ου ουκ εστιν γραφη 23 παν ο εστιν εν γνωμη θεου του ουρανου γιγνεσθω προσεχετε μη τις επιχειρηση εις οικον θεου του ουρανου μηποτε γενηται οργη επι την βασιλειαν του βασιλεως και των υιων αυτου 24 και υμιν εγνωρισται εν πασιν τοις ιερευσιν και τοις λευιταις αδουσιν πυλωροις ναθινιμ και λειτουργοις οικου θεου τουτου φορος μη εστω σοι ουκ εξουσιασεις καταδουλουσθαι αυτους 25 και συ εσδρα ως η σοφια του θεου εν χειρι σου καταστησον γραμματεις και κριτας ινα ωσιν κρινοντες παντι τω λαω τω εν περα του ποταμου πασιν τοις ειδοσιν νομον του θεου σου και τω μη ειδοτι γνωριειτε 26 και πας ος αν μη η ποιων νομον του θεου και νομον του βασιλεως ετοιμως το κριμα εσται γιγνομενον εξ αυτου εαν τε εις θανατον εαν τε εις παιδειαν εαν τε εις ζημιαν του βιου εαν τε εις δεσμα 27 ευλογητος κυριος ο θεος των πατερων ημων ος εδωκεν ουτως εν καρδια του βασιλεως του δοξασαι τον οικον κυριου τον εν ιερουσαλημ 28 και επ' εμε εκλινεν ελεος εν οφθαλμοις του βασιλεως και των συμβουλων αυτου και παντων των αρχοντων του βασιλεως των επηρμενων και εγω εκραταιωθην ως χειρ θεου η αγαθη επ' εμε και συνηξα απο ισραηλ αρχοντας αναβηναι μετ' εμου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας