Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΚΟΥΣΑΤΕ τον λογον κυριου ον ελαλησεν εφ' υμας οικος ισραηλ 2 ταδε λεγει κυριος κατα τας οδους των εθνων μη μανθανετε και απο των σημειων του ουρανου μη φοβεισθε οτι φοβουνται αυτα τοις προσωποις αυτων 3 οτι τα νομιμα των εθνων ματαια ξυλον εστιν εκ του δρυμου εκκεκομμενον εργον τεκτονος και χωνευμα

Loading...


4 αργυριω και χρυσιω κεκαλλωπισμενα εστιν εν σφυραις και ηλοις εστερεωσαν αυτα και ου κινηθησονται 9 αργυριον τορευτον εστιν ου πορευσονται αργυριον προσβλητον απο θαρσις ηξει χρυσιον μωφαζ και χειρ χρυσοχοων εργα τεχνιτων παντα υακινθον και πορφυραν ενδυσουσιν αυτα 10 αιρομενα αρθησονται οτι ουκ επιβησονται μη φοβηθητε αυτα οτι ου μη κακοποιησωσιν και αγαθον ουκ εστιν εν αυτοις 11 ουτως ερειτε αυτοις θεοι οι τον ουρανον και την γην ουκ εποιησαν απολεσθωσαν απο της γης και υποκατωθεν του ουρανου τουτου 12 κυριος ο ποιησας την γην εν τη ισχυι αυτου ο ανορθωσας την οικουμενην εν τη σοφια αυτου και τη φρονησει αυτου εξετεινεν τον ουρανον

Loading...


13 και πληθος υδατος εν ουρανω και ανηγαγεν νεφελας εξ εσχατου της γης αστραπας εις υετον εποιησεν και εξηγαγεν φως εκ θησαυρων αυτου

Loading...


14 εμωρανθη πας ανθρωπος απο γνωσεως κατησχυνθη πας χρυσοχοος επι τοις γλυπτοις αυτου οτι ψευδη εχωνευσαν ουκ εστιν πνευμα εν αυτοις 15 ματαια εστιν εργα εμπεπαιγμενα εν καιρω επισκοπης αυτων απολουνται 16 ουκ εστιν τοιαυτη μερις τω ιακωβ οτι ο πλασας τα παντα αυτος κληρονομια αυτου κυριος ονομα αυτω
17 συνηγαγεν εξωθεν την υποστασιν σου κατοικουσα εν εκλεκτοις 18 οτι ταδε λεγει κυριος ιδου εγω σκελιζω τους κατοικουντας την γην ταυτην εν θλιψει οπως ευρεθη η πληγη σου 19 ουαι επι συντριμματι σου αλγηρα η πληγη σου καγω ειπα οντως τουτο το τραυμα μου και κατελαβεν με 20 η σκηνη μου εταλαιπωρησεν ωλετο και πασαι αι δερρεις μου διεσπασθησαν οι υιοι μου και τα προβατα μου ουκ εισιν ουκ εστιν ετι τοπος της σκηνης μου τοπος των δερρεων μου 21 οτι οι ποιμενες ηφρονευσαντο και τον κυριον ουκ εξεζητησαν δια τουτο ουκ ενοησεν πασα η νομη και διεσκορπισθησαν 22 φωνη ακοης ιδου ερχεται και σεισμος μεγας εκ γης βορρα του ταξαι τας πολεις ιουδα εις αφανισμον και κοιτην στρουθων 23 οιδα κυριε οτι ουχι του ανθρωπου η οδος αυτου ουδε ανηρ πορευσεται και κατορθωσει πορειαν αυτου 24 παιδευσον ημας κυριε πλην εν κρισει και μη εν θυμω ινα μη ολιγους ημας ποιησης 25 εκχεον τον θυμον σου επι εθνη τα μη ειδοτα σε και επι γενεας αι το ονομα σου ουκ επεκαλεσαντο οτι κατεφαγον τον ιακωβ και εξανηλωσαν αυτον και την νομην αυτου ηρημωσαν

Loading...


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας