Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
5 επικαταρατος ο ανθρωπος ος την ελπιδα εχει επ' ανθρωπον και στηρισει σαρκα βραχιονος αυτου επ' αυτον και απο κυριου αποστη η καρδια αυτου

Loading...


6 και εσται ως η αγριομυρικη η εν τη ερημω ουκ οψεται οταν ελθη τα αγαθα και κατασκηνωσει εν αλιμοις και εν ερημω εν γη αλμυρα ητις ου κατοικειται

Loading...


7 και ευλογημενος ο ανθρωπος ος πεποιθεν επι τω κυριω και εσται κυριος ελπις αυτου 8 και εσται ως ξυλον ευθηνουν παρ' υδατα και επι ικμαδα βαλει ριζας αυτου και ου φοβηθησεται οταν ελθη καυμα και εσται επ' αυτω στελεχη αλσωδη εν ενιαυτω αβροχιας ου φοβηθησεται και ου διαλειψει ποιων καρπον

Loading...


9 βαθεια η καρδια παρα παντα και ανθρωπος εστιν και τις γνωσεται αυτον 10 εγω κυριος εταζων καρδιας και δοκιμαζων νεφρους του δουναι εκαστω κατα τας οδους αυτου και κατα τους καρπους των επιτηδευματων αυτου

Loading...


11 εφωνησεν περδιξ συνηγαγεν α ουκ ετεκεν ποιων πλουτον αυτου ου μετα κρισεως εν ημισει ημερων αυτου εγκαταλειψουσιν αυτον και επ' εσχατων αυτου εσται αφρων 12 θρονος δοξης υψωμενος αγιασμα ημων 13 υπομονη ισραηλ κυριε παντες οι καταλιποντες σε καταισχυνθητωσαν αφεστηκοτες επι της γης γραφητωσαν οτι εγκατελιπον πηγην ζωης τον κυριον 14 ιασαι με κυριε και ιαθησομαι σωσον με και σωθησομαι οτι καυχημα μου συ ει 15 ιδου αυτοι λεγουσι προς με που εστιν ο λογος κυριου ελθατω 16 εγω δε ουκ εκοπιασα κατακολουθων οπισω σου και ημεραν ανθρωπου ουκ επεθυμησα συ επιστη τα εκπορευομενα δια των χειλεων μου προ προσωπου σου εστιν
17 μη γενηθης μοι εις αλλοτριωσιν φειδομενος μου εν ημερα πονηρα 18 καταισχυνθητωσαν οι διωκοντες με και μη καταισχυνθειην εγω πτοηθειησαν αυτοι και μη πτοηθειην εγω επαγαγε επ' αυτους ημεραν πονηραν δισσον συντριμμα συντριψον αυτους 19 ταδε λεγει κυριος βαδισον και στηθι εν πυλαις υιων λαου σου εν αις εισπορευονται εν αυταις βασιλεις ιουδα και εν αις εκπορευονται εν αυταις και εν πασαις ταις πυλαις ιερουσαλημ 20 και ερεις προς αυτους ακουσατε λογον κυριου βασιλεις ιουδα και πασα ιουδαια και πασα ιερουσαλημ οι εισπορευομενοι εν ταις πυλαις ταυταις 21 ταδε λεγει κυριος φυλασσεσθε τας ψυχας υμων και μη αιρετε βασταγματα εν τη ημερα των σαββατων και μη εκπορευεσθε ταις πυλαις ιερουσαλημ 22 και μη εκφερετε βασταγματα εξ οικιων υμων εν τη ημερα των σαββατων και παν εργον ου ποιησετε αγιασατε την ημεραν των σαββατων καθως ενετειλαμην τοις πατρασιν υμων και ουκ ηκουσαν και ουκ εκλιναν το ους αυτων 23 και εσκληρυναν τον τραχηλον αυτων υπερ τους πατερας αυτων του μη ακουσαι μου και του μη δεξασθαι παιδειαν 24 και εσται εαν ακοη ακουσητε μου λεγει κυριος του μη εισφερειν βασταγματα δια των πυλων της πολεως ταυτης εν τη ημερα των σαββατων και αγιαζειν την ημεραν των σαββατων του μη ποιειν παν εργον

Loading...


25 και εισελευσονται δια των πυλων της πολεως ταυτης βασιλεις και αρχοντες καθημενοι επι θρονου δαυιδ και επιβεβηκοτες εφ' αρμασιν και ιπποις αυτων αυτοι και οι αρχοντες αυτων ανδρες ιουδα και οι κατοικουντες ιερουσαλημ και κατοικισθησεται η πολις αυτη εις τον αιωνα 26 και ηξουσιν εκ των πολεων ιουδα και κυκλοθεν ιερουσαλημ και εκ γης βενιαμιν και εκ της πεδινης και εκ του ορους και εκ της προς νοτον φεροντες ολοκαυτωματα και θυσιαν και θυμιαματα και μαναα και λιβανον φεροντες αινεσιν εις οικον κυριου 27 και εσται εαν μη εισακουσητε μου του αγιαζειν την ημεραν των σαββατων του μη αιρειν βασταγματα και μη εισπορευεσθαι ταις πυλαις ιερουσαλημ εν τη ημερα των σαββατων και αναψω πυρ εν ταις πυλαις αυτης και καταφαγεται αμφοδα ιερουσαλημ και ου σβεσθησεται

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας