Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εβασιλευσεν σεδεκιας υιος ιωσια αντι ιωακιμ ον εβασιλευσεν ναβουχοδονοσορ βασιλευειν του ιουδα

Loading...


2 και ουκ ηκουσεν αυτος και οι παιδες αυτου και ο λαος της γης τους λογους κυριου ους ελαλησεν εν χειρι ιερεμιου 3 και απεστειλεν ο βασιλευς σεδεκιας τον ιωαχαλ υιον σελεμιου και τον σοφονιαν υιον μαασαιου τον ιερεα προς ιερεμιαν λεγων προσευξαι δη περι ημων προς κυριον 4 και ιερεμιας ηλθεν και διηλθεν δια μεσου της πολεως και ουκ εδωκαν αυτον εις οικον της φυλακης 5 και δυναμις φαραω εξηλθεν εξ αιγυπτου και ηκουσαν οι χαλδαιοι την ακοην αυτων και ανεβησαν απο ιερουσαλημ 6 και εγενετο λογος κυριου προς ιερεμιαν λεγων 7 ουτως ειπεν κυριος ουτως ερεις προς βασιλεα ιουδα τον αποστειλαντα προς σε του εκζητησαι με ιδου δυναμις φαραω η εξελθουσα υμιν εις βοηθειαν αποστρεψουσιν εις γην αιγυπτου 8 και αναστρεψουσιν αυτοι οι χαλδαιοι και πολεμησουσιν επι την πολιν ταυτην και συλλημψονται αυτην και καυσουσιν αυτην εν πυρι 9 οτι ουτως ειπεν κυριος μη υπολαβητε ταις ψυχαις υμων λεγοντες αποτρεχοντες απελευσονται αφ' ημων οι χαλδαιοι οτι ου μη απελθωσιν 10 και εαν παταξητε πασαν δυναμιν των χαλδαιων τους πολεμουντας υμας και καταλειφθωσιν τινες εκκεκεντημενοι εκαστος εν τω τοπω αυτου ουτοι αναστησονται και καυσουσιν την πολιν ταυτην εν πυρι 11 και εγενετο οτε ανεβη η δυναμις των χαλδαιων απο ιερουσαλημ απο προσωπου της δυναμεως φαραω

Loading...


12 εξηλθεν ιερεμιας απο ιερουσαλημ του πορευθηναι εις γην βενιαμιν του αγορασαι εκειθεν εν μεσω του λαου
13 και εγενετο αυτος εν πυλη βενιαμιν και εκει ανθρωπος παρ' ω κατελυεν σαρουιας υιος σελεμιου υιου ανανιου και συνελαβεν τον ιερεμιαν λεγων προς τους χαλδαιους συ φευγεις 14 και ειπεν ψευδος ουκ εις τους χαλδαιους εγω φευγω και ουκ ηκουσεν αυτου και συνελαβεν σαρουιας τον ιερεμιαν και εισηγαγεν αυτον προς τους αρχοντας 15 και επικρανθησαν οι αρχοντες επι ιερεμιαν και επαταξαν αυτον και απεστειλαν αυτον εις την οικιαν ιωναθαν του γραμματεως οτι ταυτην εποιησαν εις οικιαν φυλακης 16 και ηλθεν ιερεμιας εις οικιαν του λακκου και εις την χερεθ και εκαθισεν εκει ημερας πολλας 17 και απεστειλεν σεδεκιας και εκαλεσεν αυτον και ηρωτα αυτον ο βασιλευς κρυφαιως ειπειν ει εστιν λογος παρα κυριου και ειπεν εστιν εις χειρας βασιλεως βαβυλωνος παραδοθηση 18 και ειπεν ιερεμιας τω βασιλει τι ηδικησα σε και τους παιδας σου και τον λαον τουτον οτι συ διδως με εις οικιαν φυλακης 19 και που εισιν οι προφηται υμων οι προφητευσαντες υμιν λεγοντες οτι ου μη ελθη βασιλευς βαβυλωνος επι την γην ταυτην 20 και νυν κυριε βασιλευ πεσετω το ελεος μου κατα προσωπον σου και τι αποστρεφεις με εις οικιαν ιωναθαν του γραμματεως και ου μη αποθανω εκει 21 και συνεταξεν ο βασιλευς και ενεβαλοσαν αυτον εις οικιαν της φυλακης και εδιδοσαν αυτω αρτον ενα της ημερας εξωθεν ου πεσσουσιν εως εξελιπον οι αρτοι εκ της πολεως και εκαθισεν ιερεμιας εν τη αυλη της φυλακης

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας