Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΝΙΣΧΥΣΑΤΕ υιοι βενιαμιν εκ μεσου της ιερουσαλημ και εν θεκουε σημανατε σαλπιγγι και υπερ βαιθαχαρμα αρατε σημειον οτι κακα εκκεκυφεν απο βορρα και συντριβη μεγαλη γινεται 2 και αφαιρεθησεται το υψος σου θυγατερ σιων 3 εις αυτην ηξουσιν ποιμενες και τα ποιμνια αυτων και πηξουσιν επ' αυτην σκηνας κυκλω και ποιμανουσιν εκαστος τη χειρι αυτου 4 παρασκευασασθε επ' αυτην εις πολεμον αναστητε και αναβωμεν επ' αυτην μεσημβριας ουαι ημιν οτι κεκλικεν η ημερα οτι εκλειπουσιν αι σκιαι της εσπερας 5 αναστητε και αναβωμεν εν τη νυκτι και διαφθειρωμεν τα θεμελια αυτης 6 οτι ταδε λεγει κυριος εκκοψον τα ξυλα αυτης εκχεον επι ιερουσαλημ δυναμιν ω πολις ψευδης ολη καταδυναστεια εν αυτη 7 ως ψυχει λακκος υδωρ ουτως ψυχει κακια αυτης ασεβεια και ταλαιπωρια ακουσθησεται εν αυτη επι προσωπον αυτης δια παντος πονω και μαστιγι 8 παιδευθηση ιερουσαλημ μη αποστη η ψυχη μου απο σου μη ποιησω σε αβατον γην ητις ου κατοικηθησεται 9 οτι ταδε λεγει κυριος καλαμασθε καλαμασθε ως αμπελον τα καταλοιπα του ισραηλ επιστρεψατε ως ο τρυγων επι τον καρταλλον αυτου 10 προς τινα λαλησω και διαμαρτυρωμαι και ακουσεται ιδου απεριτμητα τα ωτα αυτων και ου δυνανται ακουειν ιδου το ρημα κυριου εγενετο αυτοις εις ονειδισμον ου μη βουληθωσιν αυτο ακουσαι 11 και τον θυμον μου επλησα και επεσχον και ου συνετελεσα αυτους εκχεω επι νηπια εξωθεν και επι συναγωγην νεανισκων αμα οτι ανηρ και γυνη συλλημφθησονται πρεσβυτερος μετα πληρους ημερων 12 και μεταστραφησονται αι οικιαι αυτων εις ετερους αγροι και αι γυναικες αυτων επι το αυτο οτι εκτενω την χειρα μου επι τους κατοικουντας την γην ταυτην λεγει κυριος
13 οτι απο μικρου αυτων και εως μεγαλου παντες συνετελεσαντο ανομα απο ιερεως και εως ψευδοπροφητου παντες εποιησαν ψευδη

Loading...


14 και ιωντο το συντριμμα του λαου μου εξουθενουντες και λεγοντες ειρηνη ειρηνη και που εστιν ειρηνη 15 κατησχυνθησαν οτι εξελιποσαν και ουδ' ως καταισχυνομενοι κατησχυνθησαν και την ατιμιαν αυτων ουκ εγνωσαν δια τουτο πεσουνται εν τη πτωσει αυτων και εν καιρω επισκοπης αυτων απολουνται ειπεν κυριος 16 ταδε λεγει κυριος στητε επι ταις οδοις και ιδετε και ερωτησατε τριβους κυριου αιωνιους και ιδετε ποια εστιν η οδος η αγαθη και βαδιζετε εν αυτη και ευρησετε αγνισμον ταις ψυχαις υμων και ειπαν ου πορευσομεθα

Loading...


17 κατεστακα εφ' υμας σκοπους ακουσατε της φωνης της σαλπιγγος και ειπαν ουκ ακουσομεθα 18 δια τουτο ηκουσαν τα εθνη και οι ποιμαινοντες τα ποιμνια αυτων 19 ακουε γη ιδου εγω επαγω επι τον λαον τουτον κακα τον καρπον αποστροφης αυτων οτι των λογων μου ου προσεσχον και τον νομον μου απωσαντο 20 ινα τι μοι λιβανον εκ σαβα φερετε και κινναμωμον εκ γης μακροθεν τα ολοκαυτωματα υμων ουκ εισιν δεκτα και αι θυσιαι υμων ουχ ηδυναν μοι

Loading...


21 δια τουτο ταδε λεγει κυριος ιδου εγω διδωμι επι τον λαον τουτον ασθενειαν και ασθενησουσιν εν αυτη πατερες και υιοι αμα γειτων και ο πλησιον αυτου απολουνται 22 ταδε λεγει κυριος ιδου λαος ερχεται απο βορρα και εθνη εξεγερθησεται απ' εσχατου της γης 23 τοξον και ζιβυνην κρατησουσιν ιταμος εστιν και ουκ ελεησει φωνη αυτου ως θαλασσα κυμαινουσα εφ' ιπποις και αρμασιν παραταξεται ως πυρ εις πολεμον προς σε θυγατερ σιων 24 ηκουσαμεν την ακοην αυτων παρελυθησαν αι χειρες ημων θλιψις κατεσχεν ημας ωδινες ως τικτουσης 25 μη εκπορευεσθε εις αγρον και εν ταις οδοις μη βαδιζετε οτι ρομφαια των εχθρων παροικει κυκλοθεν 26 θυγατερ λαου μου περιζωσαι σακκον καταπασαι εν σποδω πενθος αγαπητου ποιησαι σεαυτη κοπετον οικτρον οτι εξαιφνης ηξει ταλαιπωρια εφ' υμας 27 δοκιμαστην δεδωκα σε εν λαοις δεδοκιμασμενοις και γνωση με εν τω δοκιμασαι με την οδον αυτων

Loading...


28 παντες ανηκοοι πορευομενοι σκολιως χαλκος και σιδηρος παντες διεφθαρμενοι εισιν 29 εξελιπεν φυσητηρ απο πυρος εξελιπεν μολιβος εις κενον αργυροκοπος αργυροκοπει πονηρια αυτων ουκ ετακη 30 αργυριον αποδεδοκιμασμενον καλεσατε αυτους οτι απεδοκιμασεν αυτους κυριος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας