Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΜΑΚΚΑΒΑΙΟς δε και οι συν αυτω του κυριου προαγοντος αυτους το μεν ιερον εκομισαντο και την πολιν 2 τους δε κατα την αγοραν βωμους υπο των αλλοφυλων δεδημιουργημενους ετι δε τεμενη καθειλαν 3 και τον νεω καθαρισαντες ετερον θυσιαστηριον εποιησαν και πυρωσαντες λιθους και πυρ εκ τουτων λαβοντες ανηνεγκαν θυσιας μετα διετη χρονον και θυμιαμα και λυχνους και των αρτων την προθεσιν εποιησαντο 4 ταυτα δε ποιησαντες ηξιωσαν τον κυριον πεσοντες επι κοιλιαν μηκετι περιπεσειν τοιουτοις κακοις αλλ' εαν ποτε και αμαρτωσιν υπ' αυτου μετα επιεικειας παιδευεσθαι και μη βλασφημοις και βαρβαροις εθνεσιν παραδιδοσθαι 5 εν η δε ημερα ο νεως υπο αλλοφυλων εβεβηλωθη συνεβη κατα την αυτην ημεραν τον καθαρισμον γενεσθαι του ναου τη πεμπτη και εικαδι του αυτου μηνος ος εστιν χασελευ 6 και μετ' ευφροσυνης ηγον ημερας οκτω σκηνωματων τροπον μνημονευοντες ως προ μικρου χρονου την των σκηνων εορτην εν τοις ορεσιν και εν τοις σπηλαιοις θηριων τροπον ησαν νεμομενοι 7 διο θυρσους και κλαδους ωραιους ετι δε και φοινικας εχοντες υμνους ανεφερον τω ευοδωσαντι καθαρισθηναι τον εαυτου τοπον 8 εδογματισαν δε μετα κοινου προσταγματος και ψηφισματος παντι τω των ιουδαιων εθνει κατ' ενιαυτον αγειν τασδε τας ημερας 9 και τα μεν της αντιοχου του προσαγορευθεντος επιφανους τελευτης ουτως ειχεν 10 νυνι δε τα κατα τον ευπατορα αντιοχον υιον δε του ασεβους γενομενον δηλωσομεν αυτα συντεμνοντες τα συνεχοντα των πολεμων κακα 11 ουτος γαρ παραλαβων την βασιλειαν ανεδειξεν επι των πραγματων λυσιαν τινα κοιλης δε συριας και φοινικης στρατηγον πρωταρχον 12 πτολεμαιος γαρ ο καλουμενος μακρων το δικαιον συντηρειν προηγουμενος προς τους ιουδαιους δια την γεγονυιαν εις αυτους αδικιαν επειρατο τα προς αυτους ειρηνικως διεξαγειν
13 οθεν κατηγορουμενος υπο των φιλων προς τον ευπατορα και προδοτης παρ' εκαστα ακουων δια το την κυπρον εμπιστευθεντα υπο του φιλομητορος εκλιπειν και προς αντιοχον τον επιφανη αναχωρησαι μητε ευγενη την εξουσιαν ευγενισας φαρμακευσας εαυτον εξελιπεν τον βιον 14 γοργιας δε γενομενος στρατηγος των τοπων εξενοτροφει και παρ' εκαστα προς τους ιουδαιους επολεμοτροφει 15 ομου δε τουτω και οι ιδουμαιοι εγκρατεις επικαιρων οχυρωματων οντες εγυμναζον τους ιουδαιους και τους φυγαδευσαντας απο ιεροσολυμων προσλαβομενοι πολεμοτροφειν επεχειρουν 16 οι δε περι τον μακκαβαιον ποιησαμενοι λιτανειαν και αξιωσαντες τον θεον συμμαχον αυτοις γενεσθαι επι τα των ιδουμαιων οχυρωματα ωρμησαν 17 οις και προσβαλοντες ευρωστως εγκρατεις εγενοντο των τοπων παντας τε τους επι τω τειχει μαχομενους ημυναντο κατεσφαζον τε τους εμπιπτοντας ανειλον δε ουχ ηττον των δισμυριων 18 συμφυγοντων δε ουκ ελαττον των ενακισχιλιων εις δυο πυργους οχυρους ευ μαλα και παντα τα προς πολιορκιαν εχοντας 19 ο μακκαβαιος εις επειγοντας τοπους απολιπων σιμωνα και ιωσηπον ετι δε και ζακχαιον και τους συν αυτω ικανους προς την τουτων πολιορκιαν αυτος εχωρισθη 20 οι δε περι τον σιμωνα φιλαργυρησαντες υπο τινων των εν τοις πυργοις επεισθησαν αργυριω επτακις δε μυριας δραχμας λαβοντες ειασαν τινας διαρρυηναι 21 προσαγγελεντος δε τω μακκαβαιω περι του γεγονοτος συναγαγων τους ηγουμενους του λαου κατηγορησεν ως αργυριου πεπρακαν τους αδελφους τους πολεμιους κατ' αυτων απολυσαντες 22 τουτους μεν ουν προδοτας γενομενους απεκτεινεν και παραχρημα τους δυο πυργους κατελαβετο 23 τοις δε οπλοις τα παντα εν ταις χερσιν ευοδουμενος απωλεσεν εν τοις δυσιν οχυρωμασιν πλειους των δισμυριων 24 τιμοθεος δε ο προτερον ηττηθεις υπο των ιουδαιων συναγαγων ξενας δυναμεις παμπληθεις και τους της ασιας γενομενους ιππους συναθροισας ουκ ολιγους παρην ως δοριαλωτον λημψομενος την ιουδαιαν

Loading...


25 οι δε περι τον μακκαβαιον συνεγγιζοντος αυτου προς ικετειαν του θεου γη τας κεφαλας καταπασαντες και τας οσφυας σακκοις ζωσαντες 26 επι την απεναντι του θυσιαστηριου κρηπιδα προσπεσοντες ηξιουν ιλεως αυτοις γενομενον εχθρευσαι τοις εχθροις αυτων και αντικεισθαι τοις αντικειμενοις καθως ο νομος διασαφει 27 γενομενοι δε απο της δεησεως αναλαβοντες τα οπλα προηγον απο της πολεως επι πλειον συνεγγισαντες δε τοις πολεμιοις εφ' εαυτων ησαν 28 αρτι δε της ανατολης διαχεομενης προσεβαλον εκατεροι οι μεν εγγυον εχοντες ευημεριας και νικης μετα αρετης την επι τον κυριον καταφυγην οι δε καθηγεμονα των αγωνων ταττομενοι τον θυμον 29 γενομενης δε καρτερας μαχης εφανησαν τοις υπεναντιοις εξ ουρανου εφ' ιππων χρυσοχαλινων ανδρες πεντε διαπρεπεις και αφηγουμενοι των ιουδαιων 30 οι και τον μακκαβαιον μεσον λαβοντες και σκεπαζοντες ταις εαυτων πανοπλιαις ατρωτον διεφυλαττον εις δε τους υπεναντιους τοξευματα και κεραυνους εξερριπτουν διο συγχυθεντες αορασια διεκοπτοντο ταραχης πεπληρωμενοι 31 κατεσφαγησαν δε δισμυριοι προς τοις πεντακοσιοις ιππεις δε εξακοσιοι 32 αυτος δε ο τιμοθεος συνεφυγεν εις γαζαρα λεγομενον οχυρωμα ευ μαλα φρουριον στρατηγουντος εκει χαιρεου 33 οι δε περι τον μακκαβαιον ασμενοι περιεκαθισαν το φρουριον ημερας τεσσαρας 34 οι δε ενδον τη ερυμνοτητι του τοπου πεποιθοτες υπεραγαν εβλασφημουν και λογους αθεμιτους προιεντο 35 υποφαινουσης δε της πεμπτης ημερας εικοσι νεανιαι των περι τον μακκαβαιον πυρωθεντες τοις θυμοις δια τας βλασφημιας προσβαλοντες τω τειχει αρρενωδως και θηριωδει θυμω τον εμπιπτοντα εκοπτον 36 ετεροι δε ομοιως προσαναβαντες εν τω περισπασμω προς τους ενδον ενεπιμπρων τους πυργους και πυρας αναπτοντες ζωντας τους βλασφημους κατεκαιον οι δε τας πυλας διεκοπτον εισδεξαμενοι δε την λοιπην ταξιν προκατελαβοντο την πολιν 37 και τον τιμοθεον αποκεκρυμμενον εν τινι λακκω κατεσφαξαν και τον τουτου αδελφον χαιρεαν και τον απολλοφανην 38 ταυτα δε διαπραξαμενοι μεθ' υμνων και εξομολογησεων ευλογουν τω κυριω τω μεγαλως ευεργετουντι τον ισραηλ και το νικος αυτοις διδοντι

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας