Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΜΕΤ' ου πολυν δε χρονον εξαπεστειλεν ο βασιλευς γεροντα αθηναιον αναγκαζειν τους ιουδαιους μεταβαινειν απο των πατριων νομων και τοις του θεου νομοις μη πολιτευεσθαι 2 μολυναι δε και τον εν ιεροσολυμοις νεω και προσονομασαι διος ολυμπιου και τον εν γαριζιν καθως ετυγχανον οι τον τοπον οικουντες διος ξενιου 3 χαλεπη δε και τοις ολοις ην δυσχερης η επιτασις της κακιας 4 το μεν γαρ ιερον ασωτιας και κωμων υπο των εθνων επεπληρουτο ραθυμουντων μεθ' εταιρων και εν τοις ιεροις περιβολοις γυναιξι πλησιαζοντων ετι δε τα μη καθηκοντα ενδον εισφεροντων 5 το δε θυσιαστηριον τοις αποδιεσταλμενοις απο των νομων αθεμιτοις επεπληρωτο 6 ην δ' ουτε σαββατιζειν ουτε πατρωους εορτας διαφυλαττειν ουτε απλως ιουδαιον ομολογειν ειναι 7 ηγοντο δε μετα πικρας αναγκης εις την κατα μηνα του βασιλεως γενεθλιον ημεραν επι σπλαγχνισμον γενομενης δε διονυσιων εορτης ηναγκαζοντο κισσους εχοντες πομπευειν τω διονυσω 8 ψηφισμα δε εξεπεσεν εις τας αστυγειτονας ελληνιδας πολεις πτολεμαιου υποθεμενου την αυτην αγωγην κατα των ιουδαιων αγειν και σπλαγχνιζειν 9 τους δε μη προαιρουμενους μεταβαινειν επι τα ελληνικα κατασφαζειν παρην ουν οραν την ενεστωσαν ταλαιπωριαν 10 δυο γαρ γυναικες ανηχθησαν περιτετμηκυιαι τα τεκνα τουτων δε εκ των μαστων κρεμασαντες τα βρεφη και δημοσια περιαγαγοντες αυτας την πολιν κατα του τειχους εκρημνισαν

Loading...


11 ετεροι δε πλησιον συνδραμοντες εις τα σπηλαια λεληθοτως αγειν την εβδομαδα μηνυθεντες τω φιλιππω συνεφλογισθησαν δια το ευλαβως εχειν βοηθησαι εαυτοις κατα την δοξαν της σεμνοτατης ημερας 12 παρακαλω ουν τους εντυγχανοντας τηδε τη βιβλω μη συστελλεσθαι δια τας συμφορας λογιζεσθαι δε τας τιμωριας μη προς ολεθρον αλλα προς παιδειαν του γενους ημων ειναι
13 και γαρ το μη πολυν χρονον εασθαι τους δυσσεβουντας αλλ' ευθεως περιπιπτειν επιτιμοις μεγαλης ευεργεσιας σημειον εστιν 14 ου γαρ καθαπερ και επι των αλλων εθνων αναμενει μακροθυμων ο δεσποτης μεχρι του καταντησαντας αυτους προς εκπληρωσιν αμαρτιων κολασαι ουτως και εφ' ημων εκρινεν ειναι 15 ινα μη προς τελος αφικομενων ημων των αμαρτιων υστερον ημας εκδικα 16 διοπερ ουδεποτε μεν τον ελεον αφ' ημων αφιστησιν παιδευων δε μετα συμφορας ουκ εγκαταλειπει τον εαυτου λαον 17 πλην εως υπομνησεως ταυθ' ημιν ειρησθω δι' ολιγων δ' ελευστεον επι την διηγησιν 18 ελεαζαρος τις των πρωτευοντων γραμματεων ανηρ ηδη προβεβηκως την ηλικιαν και την προσοψιν του προσωπου καλλιστος αναχανων ηναγκαζετο φαγειν υειον κρεας

Loading...


19 ο δε τον μετ' ευκλειας θανατον μαλλον η τον μετα μυσους βιον αναδεξαμενος αυθαιρετως επι το τυμπανον προσηγεν 20 προπτυσας δε καθ' ον εδει τροπον προσερχεσθαι τους υπομενοντας αμυνασθαι ων ου θεμις γευσασθαι δια την προς το ζην φιλοστοργιαν 21 οι δε προς τω παρανομω σπλαγχνισμω τεταγμενοι δια την εκ των παλαιων χρονων προς τον ανδρα γνωσιν απολαβοντες αυτον κατ' ιδιαν παρεκαλουν ενεγκαντα κρεα οις καθηκον αυτω χρασθαι δι' αυτου παρασκευασθεντα υποκριθηναι δε ως εσθιοντα τα υπο του βασιλεως προστεταγμενα των απο της θυσιας κρεων 22 ινα τουτο πραξας απολυθη του θανατου και δια την αρχαιαν προς αυτους φιλιαν τυχη φιλανθρωπιας 23 ο δε λογισμον αστειον αναλαβων και αξιον της ηλικιας και της του γηρως υπεροχης και της επικτητου και επιφανους πολιας και της εκ παιδος καλλιστης αναστροφης μαλλον δε της αγιας και θεοκτιστου νομοθεσιας ακολουθως απεφηνατο ταχεως λεγων προπεμπειν εις τον αδην 24 ου γαρ της ημετερας ηλικιας αξιον εστιν υποκριθηναι ινα πολλοι των νεων υπολαβοντες ελεαζαρον τον ενενηκονταετη μεταβεβηκεναι εις αλλοφυλισμον
25 και αυτοι δια την εμην υποκρισιν και δια το μικρον και ακαριαιον ζην πλανηθωσιν δι' εμε και μυσος και κηλιδα του γηρως κατακτησωμαι 26 ει γαρ και επι του παροντος εξελουμαι την εξ ανθρωπων τιμωριαν αλλα τας του παντοκρατορος χειρας ουτε ζων ουτε αποθανων εκφευξομαι 27 διοπερ ανδρειως μεν νυν διαλλαξας τον βιον του μεν γηρως αξιος φανησομαι 28 τοις δε νεοις υποδειγμα γενναιον καταλελοιπως εις το προθυμως και γενναιως υπερ των σεμνων και αγιων νομων απευθανατιζειν τοσαυτα δε ειπων επι το τυμπανον ευθεως ηλθεν 29 των δε αγοντων προς αυτον την μικρω προτερον ευμενειαν εις δυσμενειαν μεταβαλοντων δια το τους προειρημενους λογους ως αυτοι διελαμβανον απονοιαν ειναι 30 μελλων δε ταις πληγαις τελευταν αναστεναξας ειπεν τω κυριω τω την αγιαν γνωσιν εχοντι φανερον εστιν οτι δυναμενος απολυθηναι του θανατου σκληρας υποφερω κατα το σωμα αλγηδονας μαστιγουμενος κατα ψυχην δε ηδεως δια τον αυτου φοβον ταυτα πασχω 31 και ουτος ουν τουτον τον τροπον μετηλλαξεν ου μονον τοις νεοις αλλα και τοις πλειστοις του εθνους τον εαυτου θανατον υποδειγμα γενναιοτητος και μνημοσυνον αρετης καταλιπων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας