Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΤΗς αγιας πολεως κατοικουμενης μετα πασης ειρηνης και των νομων οτι καλλιστα συντηρουμενων δια την ονιου του αρχιερεως ευσεβειαν τε και μισοπονηριαν 2 συνεβαινεν και αυτους τους βασιλεις τιμαν τον τοπον και το ιερον αποστολαις ταις κρατισταις δοξαζειν 3 ωστε και σελευκον τον της ασιας βασιλεα χορηγειν εκ των ιδιων προσοδων παντα τα προς τας λειτουργιας των θυσιων επιβαλλοντα δαπανηματα 4 σιμων δε τις εκ της βενιαμιν φυλης προστατης του ιερου καθεσταμενος διηνεχθη τω αρχιερει περι της κατα την πολιν αγορανομιας

Loading...


5 και νικησαι τον ονιαν μη δυναμενος ηλθεν προς απολλωνιον θαρσεου τον κατ' εκεινον τον καιρον κοιλης συριας και φοινικης στρατηγον 6 και προσηγγειλεν περι του χρηματων αμυθητων γεμειν το εν ιεροσολυμοις γαζοφυλακιον ωστε το πληθος των διαφορων αναριθμητον ειναι και μη προσηκειν αυτα προς τον των θυσιων λογον ειναι δε δυνατον υπο την του βασιλεως εξουσιαν πεσειν ταυτα 7 συμμειξας δε ο απολλωνιος τω βασιλει περι των μηνυθεντων αυτω χρηματων ενεφανισεν ο δε προχειρισαμενος ηλιοδωρον τον επι των πραγματων απεστειλεν δους εντολας την των προειρημενων χρηματων εκκομιδην ποιησασθαι 8 ευθεως δε ο ηλιοδωρος εποιειτο την πορειαν τη μεν εμφασει ως τας κατα κοιλην συριαν και φοινικην πολεις εφοδευσαι τω πραγματι δε την του βασιλεως προθεσιν επιτελειν 9 παραγενηθεις δε εις ιεροσολυμα και φιλοφρονως υπο του αρχιερεως της πολεως αποδεχθεις ανεθετο περι του γεγονοτος εμφανισμου και τινος ενεκεν παρεστιν διεσαφησεν επυνθανετο δε ει ταις αληθειαις ταυτα ουτως εχοντα τυγχανει 10 του δε αρχιερεως υποδειξαντος παρακαταθηκας ειναι χηρων τε και ορφανων 11 τινα δε και υρκανου του τωβιου σφοδρα ανδρος εν υπεροχη κειμενου ουτως ην διαβαλλων ο δυσσεβης σιμων τα δε παντα αργυριου τετρακοσια ταλαντα χρυσιου δε διακοσια 12 αδικηθηναι δε τους πεπιστευκοτας τη του τοπου αγιωσυνη και τη του τετιμημενου κατα τον συμπαντα κοσμον ιερου σεμνοτητι και ασυλια παντελως αμηχανον ειναι
13 ο δε ηλιοδωρος δι' ας ειχεν βασιλικας εντολας παντως ελεγεν εις το βασιλικον αναλημπτεα ταυτα ειναι 14 ταξαμενος δε ημεραν εισηει την περι τουτων επισκεψιν οικονομησων ην δε ου μικρα καθ' ολην την πολιν αγωνια 15 οι δε ιερεις προ του θυσιαστηριου εν ταις ιερατικαις στολαις ριψαντες εαυτους επεκαλουντο εις ουρανον τον περι παρακαταθηκης νομοθετησαντα τοις παρακαταθεμενοις ταυτα σωα διαφυλαξαι 16 ην δε ορωντα την του αρχιερεως ιδεαν τιτρωσκεσθαι την διανοιαν η γαρ οψις και το της χροας παρηλλαγμενον ενεφαινεν την κατα ψυχην αγωνιαν 17 περιεκεχυτο γαρ περι τον ανδρα δεος τι και φρικασμος σωματος δι' ων προδηλον εγινετο τοις θεωρουσιν το κατα καρδιαν ενεστος αλγος 18 ετι δε εκ των οικιων αγεληδον εξεπηδων επι πανδημον ικετειαν δια το μελλειν εις καταφρονησιν ερχεσθαι τον τοπον 19 υπεζωσμεναι δε υπο τους μαστους αι γυναικες σακκους κατα τας οδους επληθυνον αι δε κατακλειστοι των παρθενων αι μεν συνετρεχον επι τους πυλωνας αι δε επι τα τειχη τινες δε δια των θυριδων διεξεκυπτον 20 πασαι δε προτεινουσαι τας χειρας εις τον ουρανον εποιουντο την λιτανειαν 21 ελεειν δ' ην την του πληθους παμμιγη προπτωσιν την τε του μεγαλως αγωνιωντος αρχιερεως προσδοκιαν 22 οι μεν ουν επεκαλουντο τον παγκρατη κυριον τα πεπιστευμενα τοις πεπιστευκοσιν σωα διαφυλασσειν μετα πασης ασφαλειας 23 ο δε ηλιοδωρος το διεγνωσμενον επετελει 24 αυτοθι δε αυτου συν τοις δορυφοροις κατα το γαζοφυλακιον ηδη παροντος ο των πνευματων και πασης εξουσιας δυναστης επιφανειαν μεγαλην εποιησεν ωστε παντας τους κατατολμησαντας συνελθειν καταπλαγεντας την του θεου δυναμιν εις εκλυσιν και δειλιαν τραπηναι
25 ωφθη γαρ τις ιππος αυτοις φοβερον εχων τον επιβατην και καλλιστη σαγη διακεκοσμημενος φερομενος δε ρυδην ενεσεισεν τω ηλιοδωρω τας εμπροσθιους οπλας ο δε επικαθημενος εφαινετο χρυσην πανοπλιαν εχων

Loading...


26 ετεροι δε δυο προσεφανησαν αυτω νεανιαι τη ρωμη μεν εκπρεπεις καλλιστοι δε την δοξαν διαπρεπεις δε την περιβολην οι και περισταντες εξ εκατερου μερους εμαστιγουν αυτον αδιαλειπτως πολλας επιρριπτουντες αυτω πληγας 27 αφνω δε πεσοντα προς την γην και πολλω σκοτει περιχυθεντα συναρπασαντες και εις φορειον ενθεντες

Loading...


28 τον αρτι μετα πολλης παραδρομης και πασης δορυφοριας εις το προειρημενον εισελθοντα γαζοφυλακιον εφερον αβοηθητον εαυτω καθεστωτα φανερως την του θεου δυναστειαν επεγνωκοτες 29 και ο μεν δια την θειαν ενεργειαν αφωνος και πασης εστερημενος ελπιδος και σωτηριας ερριπτο 30 οι δε τον κυριον ευλογουν τον παραδοξαζοντα τον εαυτου τοπον και το μικρω προτερον δεους και ταραχης γεμον ιερον του παντοκρατορος επιφανεντος κυριου χαρας και ευφροσυνης επεπληρωτο 31 ταχυ δε τινες των του ηλιοδωρου συνηθων ηξιουν τον ονιαν επικαλεσασθαι τον υψιστον και το ζην χαρισασθαι τω παντελως εν εσχατη πνοη κειμενω 32 υποπτος δε γενομενος ο αρχιερευς μηποτε διαλημψιν ο βασιλευς σχη κακουργιαν τινα περι τον ηλιοδωρον υπο των ιουδαιων συντετελεσθαι προσηγαγεν θυσιαν υπερ της του ανδρος σωτηριας 33 ποιουμενου δε του αρχιερεως τον ιλασμον οι αυτοι νεανιαι παλιν εφανησαν τω ηλιοδωρω εν ταις αυταις εσθησεσιν εστολισμενοι και σταντες ειπον πολλας ονια τω αρχιερει χαριτας εχε δια γαρ αυτον σοι κεχαρισται το ζην ο κυριος 34 συ δε εξ ουρανου μεμαστιγωμενος διαγγελλε πασι το μεγαλειον του θεου κρατος ταυτα δε ειποντες αφανεις εγενοντο 35 ο δε ηλιοδωρος θυσιαν ανενεγκας τω κυριω και ευχας μεγιστας ευξαμενος τω το ζην περιποιησαντι και τον ονιαν αποδεξαμενος ανεστρατοπεδευσεν προς τον βασιλεα 36 εξεμαρτυρει δε πασιν απερ ην υπ' οψιν τεθεαμενος εργα του μεγιστου θεου 37 του δε βασιλεως επερωτησαντος τον ηλιοδωρον ποιος τις ειη επιτηδειος ετι απαξ διαπεμφθηναι εις ιεροσολυμα εφησεν 38 ει τινα εχεις πολεμιον η πραγματων επιβουλον πεμψον αυτον εκει και μεμαστιγωμενον αυτον προσδεξη εανπερ και διασωθη δια το περι τον τοπον αληθως ειναι τινα θεου δυναμιν 39 αυτος γαρ ο την κατοικιαν επουρανιον εχων εποπτης εστιν και βοηθος εκεινου του τοπου και τους παραγινομενους επι κακωσει τυπτων απολλυει 40 και τα μεν κατα ηλιοδωρον και την του γαζοφυλακιου τηρησιν ουτως εχωρησεν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας