Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΥΡΙΣΚΕΤΑΙ δε εν ταις απογραφαις ιερεμιας ο προφητης οτι εκελευσεν του πυρος λαβειν τους μεταγενομενους ως σεσημανται 2 και ως ενετειλατο τοις μεταγενομενοις ο προφητης δους αυτοις τον νομον ινα μη επιλαθωνται των προσταγματων του κυριου και ινα μη αποπλανηθωσιν ταις διανοιαις βλεποντες αγαλματα χρυσα και αργυρα και τον περι αυτα κοσμον 3 και ετερα τοιαυτα λεγων παρεκαλει μη αποστηναι τον νομον απο της καρδιας αυτων 4 ην δε εν τη γραφη ως την σκηνην και την κιβωτον εκελευσεν ο προφητης χρηματισμου γενηθεντος αυτω συνακολουθειν ως δε εξηλθεν εις το ορος ου ο μωυσης αναβας εθεασατο την του θεου κληρονομιαν

Loading...


5 και ελθων ο ιερεμιας ευρεν οικον αντρωδη και την σκηνην και την κιβωτον και το θυσιαστηριον του θυμιαματος εισηνεγκεν εκει και την θυραν ενεφραξεν 6 και προσελθοντες τινες των συνακολουθουντων ωστε επισημανασθαι την οδον και ουκ εδυνηθησαν ευρειν 7 ως δε ο ιερεμιας εγνω μεμψαμενος αυτοις ειπεν οτι και αγνωστος ο τοπος εσται εως αν συναγαγη ο θεος επισυναγωγην του λαου και ιλεως γενηται 8 και τοτε ο κυριος αναδειξει ταυτα και οφθησεται η δοξα του κυριου και η νεφελη ως επι μωυση εδηλουτο ως και ο σαλωμων ηξιωσεν ινα ο τοπος καθαγιασθη μεγαλως

Loading...


9 διεσαφειτο δε και ως σοφιαν εχων ανηνεγκεν θυσιαν εγκαινισμου και της τελειωσεως του ιερου 10 καθως και μωυσης προσηυξατο προς κυριον και κατεβη πυρ εκ του ουρανου και τα της θυσιας εδαπανησεν ουτως και σαλωμων προσηυξατο και καταβαν το πυρ ανηλωσεν τα ολοκαυτωματα

Loading...


11 και ειπεν μωυσης δια το μη βεβρωσθαι το περι της αμαρτιας ανηλωθη

Loading...


12 ωσαυτως και ο σαλωμων τας οκτω ημερας ηγαγεν
13 εξηγουντο δε και εν ταις αναγραφαις και εν τοις υπομνηματισμοις τοις κατα τον νεεμιαν τα αυτα και ως καταβαλλομενος βιβλιοθηκην επισυνηγαγεν τα περι των βασιλεων βιβλια και προφητων και τα του δαυιδ και επιστολας βασιλεων περι αναθεματων 14 ωσαυτως δε και ιουδας τα διαπεπτωκοτα δια τον γεγονοτα πολεμον ημιν επισυνηγαγεν παντα και εστιν παρ' ημιν 15 ων ουν εαν χρειαν εχητε τους αποκομιουντας υμιν αποστελλετε 16 μελλοντες ουν αγειν τον καθαρισμον εγραψαμεν υμιν καλως ουν ποιησετε αγοντες τας ημερας 17 ο δε θεος ο σωσας τον παντα λαον αυτου και αποδους την κληρονομιαν πασιν και το βασιλειον και το ιερατευμα και τον αγιασμον 18 καθως επηγγειλατο δια του νομου ελπιζομεν γαρ επι τω θεω οτι ταχεως ημας ελεησει και επισυναξει εκ της υπο τον ουρανον εις τον αγιον τοπον εξειλετο γαρ ημας εκ μεγαλων κακων και τον τοπον εκαθαρισεν

Loading...


19 τα δε κατα τον ιουδαν τον μακκαβαιον και τους τουτου αδελφους και τον του ιερου του μεγιστου καθαρισμον και τον του βωμου εγκαινισμον 20 ετι τε τους προς αντιοχον τον επιφανη και τον τουτου υιον ευπατορα πολεμους 21 και τας εξ ουρανου γενομενας επιφανειας τοις υπερ του ιουδαισμου φιλοτιμως ανδραγαθησασιν ωστε την ολην χωραν ολιγους οντας λεηλατειν και τα βαρβαρα πληθη διωκειν 22 και το περιβοητον καθ' ολην την οικουμενην ιερον ανακομισασθαι και την πολιν ελευθερωσαι και τους μελλοντας καταλυεσθαι νομους επανορθωσαι του κυριου μετα πασης επιεικειας ιλεω γενομενου αυτοις 23 υπο ιασωνος του κυρηναιου δεδηλωμενα δια πεντε βιβλιων πειρασομεθα δι' ενος συνταγματος επιτεμειν 24 συνορωντες γαρ το χυμα των αριθμων και την ουσαν δυσχερειαν τοις θελουσιν εισκυκλεισθαι τοις της ιστοριας διηγημασιν δια το πληθος της υλης
25 εφροντισαμεν τοις μεν βουλομενοις αναγινωσκειν ψυχαγωγιαν τοις δε φιλοφρονουσιν εις το δια μνημης αναλαβειν ευκοπιαν πασιν δε τοις εντυγχανουσιν ωφελειαν 26 και ημιν μεν τοις την κακοπαθειαν επιδεδεγμενοις της επιτομης ου ραδιον ιδρωτος δε και αγρυπνιας το πραγμα 27 καθαπερ τω παρασκευαζοντι συμποσιον και ζητουντι την ετερων λυσιτελειαν ουκ ευχερες ομως δια την των πολλων ευχαριστιαν ηδεως την κακοπαθειαν υποισομεν 28 το μεν διακριβουν περι εκαστων τω συγγραφει παραχωρησαντες το δε επιπορευεσθαι τοις υπογραμμοις της επιτομης διαπονουντες 29 καθαπερ γαρ της καινης οικιας αρχιτεκτονι της ολης καταβολης φροντιστεον τω δε εγκαιειν και ζωγραφειν επιχειρουντι τα επιτηδεια προς διακοσμησιν εξεταστεον ουτως δοκω και επι ημων 30 το μεν εμβατευειν και περιπατον ποιεισθαι λογων και πολυπραγμονειν εν τοις κατα μερος τω της ιστοριας αρχηγετη καθηκει 31 το δε συντομον της λεξεως μεταδιωκειν και το εξεργαστικον της πραγματειας παραιτεισθαι τω την μεταφρασιν ποιουμενω συγχωρητεον 32 εντευθεν ουν αρξωμεθα της διηγησεως τοις προειρημενοις τοσουτον επιζευξαντες ευηθες γαρ το μεν προ της ιστοριας πλεοναζειν την δε ιστοριαν επιτεμειν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας