Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΡΕΙΣΣΩΝ ανηρ ελεγχων ανδρος σκληροτραχηλου εξαπινης γαρ φλεγομενου αυτου ουκ εστιν ιασις 2 εγκωμιαζομενων δικαιων ευφρανθησονται λαοι αρχοντων δε ασεβων στενουσιν ανδρες 3 ανδρος φιλουντος σοφιαν ευφραινεται πατηρ αυτου ος δε ποιμαινει πορνας απολει πλουτον 4 βασιλευς δικαιος ανιστησιν χωραν ανηρ δε παρανομος κατασκαπτει 5 ος παρασκευαζεται επι προσωπον του εαυτου φιλου δικτυον περιβαλλει αυτο τοις εαυτου ποσιν 6 αμαρτανοντι ανδρι μεγαλη παγις δικαιος δε εν χαρα και εν ευφροσυνη εσται 7 επισταται δικαιος κρινειν πενιχροις ο δε ασεβης ου συνησει γνωσιν και πτωχω ουχ υπαρχει νους επιγνωμων 8 ανδρες λοιμοι εξεκαυσαν πολιν σοφοι δε απεστρεψαν οργην 9 ανηρ σοφος κρινει εθνη ανηρ δε φαυλος οργιζομενος καταγελαται και ου καταπτησσει 10 ανδρες αιματων μετοχοι μισησουσιν οσιον οι δε ευθεις εκζητησουσιν ψυχην αυτου 11 ολον τον θυμον αυτου εκφερει αφρων σοφος δε ταμιευεται κατα μερος 12 βασιλεως υπακουοντος λογον αδικον παντες οι υπ' αυτον παρανομοι

Loading...


13 δανιστου και χρεοφειλετου αλληλοις συνελθοντων επισκοπην ποιειται αμφοτερων ο κυριος

Loading...


14 βασιλεως εν αληθεια κρινοντος πτωχους ο θρονος αυτου εις μαρτυριον κατασταθησεται 15 πληγαι και ελεγχοι διδοασιν σοφιαν παις δε πλανωμενος αισχυνει γονεις αυτου

Loading...


16 πολλων οντων ασεβων πολλαι γινονται αμαρτιαι οι δε δικαιοι εκεινων πιπτοντων καταφοβοι γινονται 17 παιδευε υιον σου και αναπαυσει σε και δωσει κοσμον τη ψυχη σου

Loading...


18 ου μη υπαρξη εξηγητης εθνει παρανομω ο δε φυλασσων τον νομον μακαριστος 19 λογοις ου παιδευθησεται οικετης σκληρος εαν γαρ και νοηση αλλ' ουχ υπακουσεται 20 εαν ιδης ανδρα ταχυν εν λογοις γινωσκε οτι ελπιδα εχει μαλλον αφρων αυτου 21 ος κατασπαταλα εκ παιδος οικετης εσται εσχατον δε οδυνηθησεται εφ' εαυτω 22 ανηρ θυμωδης ορυσσει νεικος ανηρ δε οργιλος εξωρυξεν αμαρτιας 23 υβρις ανδρα ταπεινοι τους δε ταπεινοφρονας ερειδει δοξη κυριος

Loading...


24 ος μεριζεται κλεπτη μισει την εαυτου ψυχην εαν δε ορκου προτεθεντος ακουσαντες μη αναγγειλωσιν 25 φοβηθεντες και αισχυνθεντες ανθρωπους υπεσκελισθησαν ο δε πεποιθως επι κυριον ευφρανθησεται ασεβεια ανδρι διδωσιν σφαλμα ος δε πεποιθεν επι τω δεσποτη σωθησεται 26 πολλοι θεραπευουσιν προσωπα ηγουμενων παρα δε κυριου γινεται το δικαιον ανδρι 27 βδελυγμα δικαιοις ανηρ αδικος βδελυγμα δε ανομω κατευθυνουσα οδος

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας