Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΥΙΟς σοφος ευφραινει πατερα υιος δε αφρων λυπη τη μητρι 2 ουκ ωφελησουσιν θησαυροι ανομους δικαιοσυνη δε ρυσεται εκ θανατου 3 ου λιμοκτονησει κυριος ψυχην δικαιαν ζωην δε ασεβων ανατρεψει 4 πενια ανδρα ταπεινοι χειρες δε ανδρειων πλουτιζουσιν 4 υιος πεπαιδευμενος σοφος εσται τω δε αφρονι διακονω χρησεται 5 διεσωθη απο καυματος υιος νοημων ανεμοφθορος δε γινεται εν αμητω υιος παρανομος 6 ευλογια κυριου επι κεφαλην δικαιου στομα δε ασεβων καλυψει πενθος αωρον

Loading...


7 μνημη δικαιων μετ' εγκωμιων ονομα δε ασεβους σβεννυται 8 σοφος καρδια δεξεται εντολας ο δε αστεγος χειλεσιν σκολιαζων υποσκελισθησεται 9 ος πορευεται απλως πορευεται πεποιθως ο δε διαστρεφων τας οδους αυτου γνωσθησεται 10 ο εννευων οφθαλμοις μετα δολου συναγει ανδρασι λυπας ο δε ελεγχων μετα παρρησιας ειρηνοποιει

Loading...


11 πηγη ζωης εν χειρι δικαιου στομα δε ασεβους καλυψει απωλεια
12 μισος εγειρει νεικος παντας δε τους μη φιλονεικουντας καλυπτει φιλια

Loading...


13 ος εκ χειλεων προφερει σοφιαν ραβδω τυπτει ανδρα ακαρδιον 14 σοφοι κρυψουσιν αισθησιν στομα δε προπετους εγγιζει συντριβη 15 κτησις πλουσιων πολις οχυρα συντριβη δε ασεβων πενια 16 εργα δικαιων ζωην ποιει καρποι δε ασεβων αμαρτιας 17 οδους δικαιας ζωης φυλασσει παιδεια παιδεια δε ανεξελεγκτος πλαναται 18 καλυπτουσιν εχθραν χειλη δικαια οι δε εκφεροντες λοιδοριας αφρονεστατοι εισιν 19 εκ πολυλογιας ουκ εκφευξη αμαρτιαν φειδομενος δε χειλεων νοημων εση 20 αργυρος πεπυρωμενος γλωσσα δικαιου καρδια δε ασεβους εκλειψει 21 χειλη δικαιων επισταται υψηλα οι δε αφρονες εν ενδεια τελευτωσιν 22 ευλογια κυριου επι κεφαλην δικαιου αυτη πλουτιζει και ου μη προστεθη αυτη λυπη εν καρδια 23 εν γελωτι αφρων πρασσει κακα η δε σοφια ανδρι τικτει φρονησιν
24 εν απωλεια ασεβης περιφερεται επιθυμια δε δικαιου δεκτη 25 παραπορευομενης καταιγιδος αφανιζεται ασεβης δικαιος δε εκκλινας σωζεται εις τον αιωνα 26 ωσπερ ομφαξ οδουσι βλαβερον και καπνος ομμασιν ουτως παρανομια τοις χρωμενοις αυτην 27 φοβος κυριου προστιθησιν ημερας ετη δε ασεβων ολιγωθησεται 28 εγχρονιζει δικαιοις ευφροσυνη ελπις δε ασεβων ολλυται

Loading...


29 οχυρωμα οσιου φοβος κυριου συντριβη δε τοις εργαζομενοις κακα 30 δικαιος τον αιωνα ουκ ενδωσει ασεβεις δε ουκ οικησουσιν γην 31 στομα δικαιου αποσταζει σοφιαν γλωσσα δε αδικου εξολειται 32 χειλη ανδρων δικαιων αποσταζει χαριτας στομα δε ασεβων αποστρεφεται

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας