Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΥΙΕ εμη σοφια προσεχε εμοις δε λογοις παραβαλλε σον ους 2 ινα φυλαξης εννοιαν αγαθην αισθησιν δε εμων χειλεων εντελλομαι σοι

Loading...


3 μη προσεχε φαυλη γυναικι μελι γαρ αποσταζει απο χειλεων γυναικος πορνης η προς καιρον λιπαινει σον φαρυγγα 4 υστερον μεντοι πικροτερον χολης ευρησεις και ηκονημενον μαλλον μαχαιρας διστομου 5 της γαρ αφροσυνης οι ποδες καταγουσιν τους χρωμενους αυτη μετα θανατου εις τον αδην τα δε ιχνη αυτης ουκ ερειδεται 6 οδους γαρ ζωης ουκ επερχεται σφαλεραι δε αι τροχιαι αυτης και ουκ ευγνωστοι 7 νυν ουν υιε ακουε μου και μη ακυρους ποιησης εμους λογους 8 μακραν ποιησον απ' αυτης σην οδον μη εγγισης προς θυραις οικων αυτης 9 ινα μη προη αλλοις ζωην σου και σον βιον ανελεημοσιν 10 ινα μη πλησθωσιν αλλοτριοι σης ισχυος οι δε σοι πονοι εις οικους αλλοτριων εισελθωσιν 11 και μεταμεληθηση επ' εσχατων ηνικα αν κατατριβωσιν σαρκες σωματος σου 12 και ερεις πως εμισησα παιδειαν και ελεγχους εξεκλινεν η καρδια μου
13 ουκ ηκουον φωνην παιδευοντος με και διδασκοντος με ουδε παρεβαλλον το ους μου 14 παρ' ολιγον εγενομην εν παντι κακω εν μεσω εκκλησιας και συναγωγης 15 πινε υδατα απο σων αγγειων και απο σων φρεατων πηγης 16 μη υπερεκχεισθω σοι τα υδατα εκ της σης πηγης εις δε σας πλατειας διαπορευεσθω τα σα υδατα 17 εστω σοι μονω υπαρχοντα και μηδεις αλλοτριος μετασχετω σοι 18 η πηγη σου του υδατος εστω σοι ιδια και συνευφραινου μετα γυναικος της εκ νεοτητος σου 19 ελαφος φιλιας και πωλος σων χαριτων ομιλειτω σοι η δε ιδια ηγεισθω σου και συνεστω σοι εν παντι καιρω εν γαρ τη ταυτης φιλια συμπεριφερομενος πολλοστος εση 20 μη πολυς ισθι προς αλλοτριαν μηδε συνεχου αγκαλαις της μη ιδιας 21 ενωπιον γαρ εισιν των του θεου οφθαλμων οδοι ανδρος εις δε πασας τας τροχιας αυτου σκοπευει

Loading...


22 παρανομιαι ανδρα αγρευουσιν σειραις δε των εαυτου αμαρτιων εκαστος σφιγγεται 23 ουτος τελευτα μετα απαιδευτων εκ δε πληθους της εαυτου βιοτητος εξερριφη και απωλετο δι' αφροσυνην

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας