Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ειδεν ιωναθαν οτι ο καιρος αυτω συνεργει και επελεξατο ανδρας και απεστειλεν εις ρωμην στησαι και ανανεωσασθαι την προς αυτους φιλιαν 2 και προς σπαρτιατας και τοπους ετερους απεστειλεν επιστολας κατα τα αυτα 3 και επορευθησαν εις ρωμην και εισηλθον εις το βουλευτηριον και ειπον ιωναθαν ο αρχιερευς και το εθνος των ιουδαιων απεστειλεν ημας ανανεωσασθαι την φιλιαν εαυτοις και την συμμαχιαν κατα το προτερον 4 και εδωκαν επιστολας αυτοις προς αυτους κατα τοπον οπως προπεμπωσιν αυτους εις γην ιουδα μετ' ειρηνης 5 και τουτο το αντιγραφον των επιστολων ων εγραψεν ιωναθαν τοις σπαρτιαταις 6 ιωναθαν αρχιερευς και η γερουσια του εθνους και οι ιερεις και ο λοιπος δημος των ιουδαιων σπαρτιαταις τοις αδελφοις χαιρειν 7 ετι προτερον απεσταλησαν επιστολαι προς ονιαν τον αρχιερεα παρα αρειου του βασιλευοντος εν υμιν οτι εστε αδελφοι ημων ως το αντιγραφον υποκειται

Loading...


8 και επεδεξατο ο ονιας τον ανδρα τον απεσταλμενον ενδοξως και ελαβεν τας επιστολας εν αις διεσαφειτο περι συμμαχιας και φιλιας 9 ημεις ουν απροσδεεις τουτων οντες παρακλησιν εχοντες τα βιβλια τα αγια τα εν ταις χερσιν ημων 10 επειραθημεν αποστειλαι την προς υμας αδελφοτητα και φιλιαν ανανεωσασθαι προς το μη εξαλλοτριωθηναι υμων πολλοι γαρ καιροι διηλθον αφ' ου απεστειλατε προς ημας 11 ημεις ουν εν παντι καιρω αδιαλειπτως εν τε ταις εορταις και ταις λοιπαις καθηκουσαις ημεραις μιμνησκομεθα υμων εφ' ων προσφερομεν θυσιων και εν ταις προσευχαις ως δεον εστιν και πρεπον μνημονευειν αδελφων 12 ευφραινομεθα δε επι τη δοξη υμων
13 ημας δε εκυκλωσαν πολλαι θλιψεις και πολεμοι πολλοι και επολεμησαν ημας οι βασιλεις οι κυκλω ημων 14 ουκ ηβουλομεθα ουν παρενοχλησαι υμιν και τοις λοιποις συμμαχοις και φιλοις ημων εν τοις πολεμοις τουτοις 15 εχομεν γαρ την εξ ουρανου βοηθειαν βοηθουσαν ημιν και ερρυσθημεν απο των εχθρων και εταπεινωθησαν οι εχθροι ημων 16 επελεξαμεν ουν νουμηνιον αντιοχου και αντιπατρον ιασονος και απεσταλκαμεν προς ρωμαιους ανανεωσασθαι την προς αυτους φιλιαν και συμμαχιαν την προτερον 17 ενετειλαμεθα ουν αυτοις και προς υμας πορευθηναι και ασπασασθαι υμας και αποδουναι υμιν τας παρ' ημων επιστολας περι της ανανεωσεως και της αδελφοτητος ημων 18 και νυν καλως ποιησετε αντιφωνησαντες ημιν προς ταυτα 19 και τουτο το αντιγραφον των επιστολων ων απεστειλαν ονια 20 αρειος βασιλευς σπαρτιατων ονια ιερει μεγαλω χαιρειν 21 ευρεθη εν γραφη περι τε των σπαρτιατων και ιουδαιων οτι εισιν αδελφοι και οτι εισιν εκ γενους αβρααμ 22 και νυν αφ' ου εγνωμεν ταυτα καλως ποιησετε γραφοντες ημιν περι της ειρηνης υμων 23 και ημεις δε αντιγραφομεν υμιν τα κτηνη υμων και η υπαρξις υμων ημιν εστιν και τα ημων υμιν εστιν εντελλομεθα ουν οπως απαγγειλωσιν υμιν κατα ταυτα 24 και ηκουσεν ιωναθαν οτι επεστρεψαν οι αρχοντες δημητριου μετα δυναμεως πολλης υπερ το προτερον του πολεμησαι προς αυτον
25 και απηρεν εξ ιερουσαλημ και απηντησεν αυτοις εις την αμαθιτιν χωραν ου γαρ εδωκεν αυτοις ανοχην του εμβατευσαι εις την χωραν αυτου 26 και απεστειλεν κατασκοπους εις την παρεμβολην αυτων και επεστρεψαν και απηγγειλαν αυτω οτι ουτως τασσονται επιπεσειν επ' αυτους την νυκτα 27 ως δε εδυ ο ηλιος επεταξεν ιωναθαν τοις παρ' αυτου γρηγορειν και ειναι επι τοις οπλοις ετοιμαζεσθαι εις πολεμον δι' ολης της νυκτος και εξεβαλεν προφυλακας κυκλω της παρεμβολης 28 και ηκουσαν οι υπεναντιοι οτι ητοιμασται ιωναθαν και οι παρ' αυτου εις πολεμον και εφοβηθησαν και επτηξαν τη καρδια αυτων και ανεκαυσαν πυρας εν τη παρεμβολη αυτων 29 ιωναθαν δε και οι παρ' αυτου ουκ εγνωσαν εως πρωι εβλεπον γαρ τα φωτα καιομενα 30 και κατεδιωξεν ιωναθαν οπισω αυτων και ου κατελαβεν αυτους διεβησαν γαρ τον ελευθερον ποταμον 31 και εξεκλινεν ιωναθαν επι τους αραβας τους καλουμενους ζαβαδαιους και επαταξεν αυτους και ελαβεν τα σκυλα αυτων 32 και αναζευξας ηλθεν εις δαμασκον και διωδευσεν εν παση τη χωρα 33 και σιμων εξηλθεν και διωδευσεν εως ασκαλωνος και τα πλησιον οχυρωματα και εξεκλινεν εις ιοππην και προκατελαβετο αυτην 34 ηκουσεν γαρ οτι βουλονται το οχυρωμα παραδουναι τοις παρα δημητριου και εθετο εκει φρουραν οπως φυλασσωσιν αυτην 35 και επεστρεψεν ιωναθαν και εξεκκλησιασεν τους πρεσβυτερους του λαου και εβουλευετο μετ' αυτων του οικοδομησαι οχυρωματα εν τη ιουδαια 36 και προσυψωσαι τα τειχη ιερουσαλημ και υψωσαι υψος μεγα ανα μεσον της ακρας και της πολεως εις το διαχωριζειν αυτην της πολεως ινα η αυτη κατα μονας οπως μητε αγοραζωσιν μητε πωλωσιν
37 και συνηχθησαν του οικοδομειν την πολιν και επεσεν του τειχους του χειμαρρου του εξ απηλιωτου και επεσκευασεν το καλουμενον χαφεναθα 38 και σιμων ωκοδομησεν την αδιδα εν τη σεφηλα και ωχυρωσεν αυτην και επεστησεν θυρας και μοχλους 39 και εζητησεν τρυφων βασιλευσαι της ασιας και περιθεσθαι το διαδημα και εκτειναι χειρα επ' αντιοχον τον βασιλεα 40 και ευλαβηθη μηποτε ουκ εαση αυτον ιωναθαν και μηποτε πολεμηση προς αυτον και εζητει συλλαβειν αυτον του απολεσαι και απαρας ηλθεν εις βαιθσαν 41 και εξηλθεν ιωναθαν εις απαντησιν αυτω εν τεσσαρακοντα χιλιασιν ανδρων επιλελεγμεναις εις παραταξιν και ηλθεν εις βαιθσαν 42 και ειδεν τρυφων οτι ηλθεν μετα δυναμεως πολλης και εκτειναι χειρας επ' αυτον ευλαβηθη 43 και επεδεξατο αυτον ενδοξως και συνεστησεν αυτον πασιν τοις φιλοις αυτου και εδωκεν αυτω δοματα και επεταξεν τοις φιλοις αυτου και ταις δυναμεσιν αυτου υπακουειν αυτου ως αυτου 44 και ειπεν τω ιωναθαν ινα τι εκοπωσας παντα τον λαον τουτον πολεμου μη ενεστηκοτος ημιν 45 και νυν αποστειλον αυτους εις τους οικους αυτων επιλεξαι δε σεαυτω ανδρας ολιγους οιτινες εσονται μετα σου και δευρο μετ' εμου εις πτολεμαιδα και παραδωσω σοι αυτην και τα λοιπα οχυρωματα και τας δυναμεις τας λοιπας και παντας τους επι των χρειων και επιστρεψας απελευσομαι τουτου γαρ χαριν παρειμι 46 και εμπιστευσας αυτω εποιησεν καθως ειπεν και εξαπεστειλεν τας δυναμεις και απηλθον εις γην ιουδα 47 κατελιπεν δε μεθ' εαυτου ανδρας τρισχιλιους ων δισχιλιους αφηκεν εν τη γαλιλαια χιλιοι δε συνηλθον αυτω 48 ως δε εισηλθεν ιωναθαν εις πτολεμαιδα απεκλεισαν οι πτολεμαεις τας πυλας και συνελαβον αυτον και παντας τους συνεισελθοντας μετ' αυτου απεκτειναν εν ρομφαια 49 και απεστειλεν τρυφων δυναμεις και ιππον εις την γαλιλαιαν και το πεδιον το μεγα του απολεσαι παντας τους παρα ιωναθου 50 και επεγνωσαν οτι συνελημφθη και απολωλεν και οι μετ' αυτου και παρεκαλεσαν εαυτους και επορευοντο συνεστραμμενοι ετοιμοι εις πολεμον 51 και ειδον οι διωκοντες οτι περι ψυχης αυτοις εστιν και επεστρεψαν 52 και ηλθον παντες μετ' ειρηνης εις γην ιουδα και επενθησαν τον ιωναθαν και τους μετ' αυτου και εφοβηθησαν σφοδρα και επενθησεν πας ισραηλ πενθος μεγα 53 και εζητησαν παντα τα εθνη τα κυκλω αυτων εκτριψαι αυτους ειπον γαρ ουκ εχουσιν αρχοντα και βοηθουντα νυν ουν πολεμησωμεν αυτους και εξαρωμεν εξ ανθρωπων το μνημοσυνον αυτων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας