Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ βασιλευς αιγυπτου ηθροισεν δυναμεις πολλας ως η αμμος η παρα το χειλος της θαλασσης και πλοια πολλα και εζητησε κατακρατησαι της βασιλειας αλεξανδρου δολω και προσθειναι αυτην τη βασιλεια αυτου 2 και εξηλθεν εις συριαν λογοις ειρηνικοις και ηνοιγον αυτω οι απο των πολεων και συνηντων αυτω οτι εντολη ην αλεξανδρου του βασιλεως συνανταν αυτω δια το πενθερον αυτου ειναι 3 ως δε εισεπορευετο εις τας πολεις πτολεμαιος απετασσε τας δυναμεις φρουραν εν εκαστη πολει 4 ως δε ηγγισαν αζωτου εδειξαν αυτω το ιερον δαγων εμπεπυρισμενον και αζωτον και τα περιπολια αυτης καθηρημενα και τα σωματα ερριμμενα και τους εμπεπυρισμενους ους ενεπυρισεν εν τω πολεμω εποιησαν γαρ θιμωνιας αυτων εν τη οδω αυτου 5 και διηγησαντο τω βασιλει α εποιησεν ιωναθαν εις το ψογισαι αυτον και εσιγησεν ο βασιλευς 6 και συνηντησεν ιωναθαν τω βασιλει εις ιοππην μετα δοξης και ησπασαντο αλληλους και εκοιμηθησαν εκει 7 και επορευθη ιωναθαν μετα του βασιλεως εως του ποταμου του καλουμενου ελευθερου και επεστρεψεν εις ιερουσαλημ 8 ο δε βασιλευς πτολεμαιος εκυριευσεν των πολεων της παραλιας εως σελευκειας της παραθαλασσιας και διελογιζετο περι αλεξανδρου λογισμους πονηρους 9 και απεστειλεν πρεσβεις προς δημητριον τον βασιλεα λεγων δευρο συνθωμεθα προς εαυτους διαθηκην και δωσω σοι την θυγατερα μου ην ειχεν αλεξανδρος και βασιλευσεις της βασιλειας του πατρος σου 10 μεταμεμελημαι γαρ δους αυτω την θυγατερα μου εζητησεν γαρ αποκτειναι με 11 και εψογισεν αυτον χαριν του επιθυμησαι αυτον της βασιλειας αυτου 12 και αφελομενος αυτου την θυγατερα εδωκεν αυτην τω δημητριω και ηλλοιωθη τω αλεξανδρω και εφανη η εχθρα αυτων
13 και εισηλθεν πτολεμαιος εις αντιοχειαν και περιεθετο το διαδημα της ασιας και περιεθετο δυο διαδηματα περι την κεφαλην αυτου το της αιγυπτου και ασιας 14 αλεξανδρος δε ο βασιλευς ην εν κιλικια κατα τους καιρους εκεινους οτι απεστατουν οι απο των τοπων εκεινων 15 και ηκουσεν αλεξανδρος και ηλθεν επ' αυτον εν πολεμω και εξηγαγεν πτολεμαιος και απηντησεν αυτω εν χειρι ισχυρα και ετροπωσατο αυτον 16 και εφυγεν αλεξανδρος εις την αραβιαν του σκεπασθηναι αυτον εκει ο δε βασιλευς πτολεμαιος υψωθη 17 και αφειλεν ζαβδιηλ ο αραψ την κεφαλην αλεξανδρου και απεστειλεν τω πτολεμαιω 18 και ο βασιλευς πτολεμαιος απεθανεν εν τη ημερα τη τριτη και οι οντες εν τοις οχυρωμασιν αυτου απωλοντο υπο των εν τοις οχυρωμασιν 19 και εβασιλευσεν δημητριος ετους εβδομου και εξηκοστου και εκατοστου 20 εν ταις ημεραις εκειναις συνηγαγεν ιωναθαν τους εκ της ιουδαιας του εκπολεμησαι την ακραν την εν ιερουσαλημ και εποιησεν επ' αυτην μηχανας πολλας 21 και επορευθησαν τινες μισουντες το εθνος αυτων ανδρες παρανομοι προς τον βασιλεα και απηγγειλαν αυτω οτι ιωναθαν περικαθηται την ακραν 22 και ακουσας ωργισθη ως δε ηκουσεν ευθεως αναζευξας ηλθεν εις πτολεμαιδα και εγραψεν ιωναθαν του μη περικαθησθαι και του απαντησαι αυτον αυτω συμμισγειν εις πτολεμαιδα την ταχιστην 23 ως δε ηκουσεν ιωναθαν εκελευσεν περικαθησθαι και επελεξεν των πρεσβυτερων ισραηλ και των ιερεων και εδωκεν εαυτον τω κινδυνω 24 και λαβων αργυριον και χρυσιον και ιματισμον και ετερα ξενια πλειονα και επορευθη προς τον βασιλεα εις πτολεμαιδα και ευρεν χαριν εναντιον αυτου
25 και ενετυγχανον κατ' αυτου τινες ανομοι των εκ του εθνους 26 και εποιησεν αυτω ο βασιλευς καθως εποιησαν αυτω οι προ αυτου και υψωσεν αυτον εναντιον των φιλων αυτου παντων 27 και εστησεν αυτω την αρχιερωσυνην και οσα αλλα ειχεν τιμια το προτερον και εποιησεν αυτον των πρωτων φιλων ηγεισθαι 28 και ηξιωσεν ιωναθαν τον βασιλεα ποιησαι την ιουδαιαν αφορολογητον και τας τρεις τοπαρχιας και την σαμαριτιν και επηγγειλατο αυτω ταλαντα τριακοσια 29 και ευδοκησεν ο βασιλευς και εγραψεν τω ιωναθαν επιστολας περι παντων τουτων εχουσας τον τροπον τουτον 30 βασιλευς δημητριος ιωναθαν τω αδελφω χαιρειν και εθνει ιουδαιων 31 το αντιγραφον της επιστολης ης εγραψαμεν λασθενει τω συγγενει ημων περι υμων γεγραφαμεν και προς υμας οπως ειδητε 32 βασιλευς δημητριος λασθενει τω πατρι χαιρειν 33 τω εθνει των ιουδαιων φιλοις ημων και συντηρουσιν τα προς ημας δικαια εκριναμεν αγαθον ποιησαι χαριν της εξ αυτων ευνοιας προς ημας 34 εστακαμεν αυτοις τα τε ορια της ιουδαιας και τους τρεις νομους αφαιρεμα και λυδδα και ραθαμιν προσετεθησαν τη ιουδαια απο της σαμαριτιδος και παντα τα συγκυρουντα αυτοις πασιν τοις θυσιαζουσιν εις ιεροσολυμα αντι των βασιλικων ων ελαμβανεν ο βασιλευς παρ' αυτων το προτερον κατ' ενιαυτον απο των γενηματων της γης και των ακροδρυων 35 και τα αλλα τα ανηκοντα ημιν απο του νυν των δεκατων και των τελων των ανηκοντων ημιν και τας του αλος λιμνας και τους ανηκοντας ημιν στεφανους παντα επαρκεσομεν αυτοις 36 και ουκ αθετηθησεται ουδε εν τουτων απο του νυν εις τον απαντα χρονον
37 νυν ουν επιμελεσθε του ποιησαι τουτων αντιγραφον και δοθητω ιωναθαν και τεθητω εν τω ορει τω αγιω εν τοπω επισημω 38 και ειδεν δημητριος ο βασιλευς οτι ησυχασεν η γη ενωπιον αυτου και ουδεν αυτω ανθειστηκει και απελυσεν πασας τας δυναμεις αυτου εκαστον εις τον ιδιον τοπον πλην των ξενων δυναμεων ων εξενολογησεν απο των νησων των εθνων και ηχθραναν αυτω πασαι αι δυναμεις αι απο των πατερων 39 τρυφων δε ην των παρα αλεξανδρου το προτερον και ειδεν οτι πασαι αι δυναμεις καταγογγυζουσιν κατα του δημητριου και επορευθη προς ιμαλκουε τον αραβα ος ετρεφεν αντιοχον το παιδαριον τον του αλεξανδρου 40 και προσηδρευεν αυτω οπως παραδοι αυτον αυτω οπως βασιλευση αντι του πατρος αυτου και απηγγειλεν αυτω οσα συνετελεσεν ο δημητριος και την εχθραν ην εχθραινουσιν αυτω αι δυναμεις αυτου και εμεινεν εκει ημερας πολλας 41 και απεστειλεν ιωναθαν προς δημητριον τον βασιλεα ινα εκβαλη τους εκ της ακρας εξ ιερουσαλημ και τους εν τοις οχυρωμασιν ησαν γαρ πολεμουντες τον ισραηλ 42 και απεστειλεν δημητριος προς ιωναθαν λεγων ου ταυτα μονον ποιησω σοι και τω εθνει σου αλλα δοξη δοξασω σε και το εθνος σου εαν ευκαιριας τυχω 43 νυν ουν ορθως ποιησεις αποστειλας μοι ανδρας οι συμμαχησουσιν μοι οτι απεστησαν πασαι αι δυναμεις μου 44 και απεστειλεν ιωναθαν ανδρας τρισχιλιους δυνατους ισχυι αυτω εις αντιοχειαν και ηλθον προς τον βασιλεα και ηυφρανθη ο βασιλευς επι τη εφοδω αυτων 45 και επισυνηχθησαν οι απο της πολεως εις μεσον της πολεως εις ανδρων δωδεκα μυριαδας και ηβουλοντο ανελειν τον βασιλεα 46 και εφυγεν ο βασιλευς εις την αυλην και κατελαβοντο οι εκ της πολεως τας διοδους της πολεως και ηρξαντο πολεμειν 47 και εκαλεσεν ο βασιλευς τους ιουδαιους επι βοηθειαν και επισυνηχθησαν προς αυτον παντες αμα και διεσπαρησαν εν τη πολει και απεκτειναν εν τη ημερα εκεινη εις μυριαδας δεκα 48 και ενεπυρισαν την πολιν και ελαβον σκυλα πολλα εν εκεινη τη ημερα και εσωσαν τον βασιλεα
49 και ειδον οι απο της πολεως οτι κατεκρατησαν οι ιουδαιοι της πολεως ως ηβουλοντο και ησθενησαν ταις διανοιαις αυτων και εκεκραξαν προς τον βασιλεα μετα δεησεως λεγοντες 50 δος ημιν δεξιας και παυσασθωσαν οι ιουδαιοι πολεμουντες ημας και την πολιν 51 και ερριψαν τα οπλα και εποιησαν ειρηνην και εδοξασθησαν οι ιουδαιοι εναντιον του βασιλεως και ενωπιον παντων των εν τη βασιλεια αυτου και επεστρεψαν εις ιερουσαλημ εχοντες σκυλα πολλα 52 και εκαθισεν δημητριος ο βασιλευς επι θρονου της βασιλειας αυτου και ησυχασεν η γη ενωπιον αυτου 53 και εψευσατο παντα οσα ειπεν και ηλλοτριωθη τω ιωναθαν και ουκ ανταπεδωκεν τας ευνοιας ας ανταπεδωκεν αυτω και εθλιβεν αυτον σφοδρα 54 μετα δε ταυτα απεστρεψεν τρυφων και αντιοχος μετ' αυτου παιδαριον νεωτερον και εβασιλευσεν και επεθετο διαδημα 55 και επισυνηχθησαν προς αυτον πασαι αι δυναμεις ας απεσκορακισεν δημητριος και επολεμησαν προς αυτον και εφυγεν και ετροπωθη 56 και ελαβεν τρυφων τα θηρια και κατεκρατησεν της αντιοχειας 57 και εγραψεν αντιοχος ο νεωτερος ιωναθη λεγων ιστημι σοι την αρχιερωσυνην και καθιστημι σε επι των τεσσαρων νομων και ειναι σε των φιλων του βασιλεως 58 και απεστειλεν αυτω χρυσωματα και διακονιαν και εδωκεν αυτω εξουσιαν πινειν εν χρυσωμασιν και ειναι εν πορφυρα και εχειν πορπην χρυσην 59 και σιμωνα τον αδελφον αυτου κατεστησεν στρατηγον απο της κλιμακος τυρου εως των οριων αιγυπτου 60 και εξηλθεν ιωναθαν και διεπορευετο περαν του ποταμου και εν ταις πολεσιν και ηθροισθησαν προς αυτον πασα δυναμις συριας εις συμμαχιαν και ηλθεν εις ασκαλωνα και απηντησαν αυτω οι εκ της πολεως ενδοξως
61 και απηλθεν εκειθεν εις γαζαν και απεκλεισαν οι απο γαζης και περιεκαθισεν περι αυτην και ενεπυρισεν τα περιπολια αυτης εν πυρι και εσκυλευσεν αυτα 62 και ηξιωσαν οι απο γαζης ιωναθαν και εδωκεν αυτοις δεξιας και ελαβεν τους υιους των αρχοντων αυτων εις ομηρα και εξαπεστειλεν αυτους εις ιερουσαλημ και διηλθεν την χωραν εως δαμασκου 63 και ηκουσεν ιωναθαν οτι παρησαν οι αρχοντες δημητριου εις κηδες την εν τη γαλιλαια μετα δυναμεως πολλης βουλομενοι μεταστησαι αυτον της χρειας 64 και συνηντησεν αυτοις τον δε αδελφον αυτου σιμωνα κατελιπεν εν τη χωρα 65 και παρενεβαλεν σιμων επι βαιθσουρα και επολεμει αυτην ημερας πολλας και συνεκλεισεν αυτην 66 και ηξιωσαν αυτον του δεξιας λαβειν και εδωκεν αυτοις και εξεβαλεν αυτους εκειθεν και κατελαβετο την πολιν και εθετο επ' αυτην φρουραν 67 και ιωναθαν και η παρεμβολη αυτου παρενεβαλον επι το υδωρ του γεννησαρ και ωρθρισαν το πρωι εις το πεδιον ασωρ 68 και ιδου η παρεμβολη αλλοφυλων απηντα αυτω εν τω πεδιω και εξεβαλον ενεδρον επ' αυτον εν τοις ορεσιν αυτοι δε απηντησαν εξ εναντιας 69 τα δε ενεδρα εξανεστησαν εκ των τοπων αυτων και συνηψαν πολεμον 70 και εφυγον οι παρα ιωναθου παντες ουδε εις κατελειφθη απ' αυτων πλην ματταθιας ο του αψαλωμου και ιουδας ο του χαλφι αρχοντες της στρατιας των δυναμεων 71 και διερρηξεν ιωναθαν τα ιματια αυτου και επεθετο γην επι την κεφαλην αυτου και προσηυξατο 72 και υπεστρεψεν προς αυτους πολεμω και ετροπωσατο αυτους και εφυγον 73 και ειδον οι φευγοντες παρ' αυτου και επεστρεψαν επ' αυτον και εδιωκον μετ' αυτου εως κεδες εως της παρεμβολης αυτων και παρενεβαλον εκει 74 και επεσον εκ των αλλοφυλων εν τη ημερα εκεινη εις ανδρας τρισχιλιους και επεστρεψεν ιωναθαν εις ιερουσαλημ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας