Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ ηκουσεν δημητριος οτι επεσεν νικανωρ και η δυναμις αυτου εν πολεμω και προσεθετο τον βακχιδην και τον αλκιμον εκ δευτερου αποστειλαι εις γην ιουδα και το δεξιον κερας μετ' αυτων 2 και επορευθησαν οδον την εις γαλγαλα και παρενεβαλον επι μαισαλωθ την εν αρβηλοις και προκατελαβοντο αυτην και απωλεσαν ψυχας ανθρωπων πολλας 3 και του μηνος του πρωτου ετους του δευτερου και πεντηκοστου και εκατοστου παρενεβαλον επι ιερουσαλημ 4 και απηραν και επορευθησαν εις βερεαν εν εικοσι χιλιασιν ανδρων και δισχιλια ιππω 5 και ιουδας ην παρεμβεβληκως εν ελασα και τρισχιλιοι ανδρες μετ' αυτου εκλεκτοι 6 και ειδον το πληθος των δυναμεων οτι πολλοι εισιν και εφοβηθησαν σφοδρα και εξερρυησαν πολλοι απο της παρεμβολης ου κατελειφθησαν εξ αυτων αλλ' η οκτακοσιοι ανδρες 7 και ειδεν ιουδας οτι απερρυη η παρεμβολη αυτου και ο πολεμος εθλιβεν αυτον και συνετριβη τη καρδια οτι ουκ ειχεν καιρον συναγαγειν αυτους 8 και εξελυθη και ειπεν τοις καταλειφθεισιν αναστωμεν και αναβωμεν επι τους υπεναντιους ημων εαν αρα δυνωμεθα πολεμησαι προς αυτους 9 και απεστρεφον αυτον λεγοντες ου μη δυνωμεθα αλλ' η σωζωμεν τας εαυτων ψυχας το νυν επιστρεψωμεν και οι αδελφοι ημων και πολεμησωμεν προς αυτους ημεις δε ολιγοι 10 και ειπεν ιουδας μη γενοιτο ποιησαι το πραγμα τουτο φυγειν απ' αυτων και ει ηγγικεν ο καιρος ημων και αποθανωμεν εν ανδρεια χαριν των αδελφων ημων και μη καταλιπωμεν αιτιαν τη δοξη ημων 11 και απηρεν η δυναμις απο της παρεμβολης και εστησαν εις συναντησιν αυτοις και εμερισθη η ιππος εις δυο μερη και οι σφενδονηται και οι τοξοται προεπορευοντο της δυναμεως και οι πρωταγωνισται παντες οι δυνατοι βακχιδης δε ην εν τω δεξιω κερατι 12 και ηγγισεν η φαλαγξ εκ των δυο μερων και εφωνουν ταις σαλπιγξιν και εσαλπισαν οι παρα ιουδου και αυτοι ταις σαλπιγξιν
13 και εσαλευθη η γη απο της φωνης των παρεμβολων και εγενετο ο πολεμος συνημμενος απο πρωιθεν εως εσπερας 14 και ειδεν ιουδας οτι βακχιδης και το στερεωμα της παρεμβολης εν τοις δεξιοις και συνηλθον αυτω παντες οι ευψυχοι τη καρδια 15 και συνετριβη το δεξιον μερος απ' αυτων και εδιωκεν οπισω αυτων εως αζωτου ορους 16 και οι εις το αριστερον κερας ειδον οτι συνετριβη το δεξιον κερας και επεστρεψαν κατα ποδας ιουδου και των μετ' αυτου εκ των οπισθεν 17 και εβαρυνθη ο πολεμος και επεσον τραυματιαι πολλοι εκ τουτων και εκ τουτων 18 και ιουδας επεσεν και οι λοιποι εφυγον 19 και ηρεν ιωναθαν και σιμων ιουδαν τον αδελφον αυτων και εθαψαν αυτον εν τω ταφω των πατερων αυτου εν μωδειν 20 και εκλαυσαν αυτον και εκοψαντο αυτον πας ισραηλ κοπετον μεγαν και επενθουν ημερας πολλας και ειπον 21 πως επεσεν δυνατος σωζων τον ισραηλ 22 και τα περισσα των λογων ιουδου και των πολεμων και των ανδραγαθιων ων εποιησεν και της μεγαλωσυνης αυτου ου κατεγραφη πολλα γαρ ην σφοδρα 23 και εγενετο μετα την τελευτην ιουδου εξεκυψαν οι ανομοι εν πασιν τοις οριοις ισραηλ και ανετειλαν παντες οι εργαζομενοι την αδικιαν 24 εν ταις ημεραις εκειναις εγενηθη λιμος μεγας σφοδρα και αυτομολησεν η χωρα μετ' αυτων
25 και εξελεξεν βακχιδης τους ασεβεις ανδρας και κατεστησεν αυτους κυριους της χωρας 26 και εξεζητουν και ηρευνων τους φιλους ιουδου και ηγον αυτους προς βακχιδην και εξεδικα αυτους και ενεπαιζεν αυτοις 27 και εγενετο θλιψις μεγαλη εν τω ισραηλ ητις ουκ εγενετο αφ' ης ημερας ουκ ωφθη προφητης αυτοις 28 και ηθροισθησαν παντες οι φιλοι ιουδου και ειπον τω ιωναθαν 29 αφ' ου ο αδελφος σου ιουδας τετελευτηκεν και ανηρ ομοιος αυτω ουκ εστιν εξελθειν και εισελθειν προς τους εχθρους και βακχιδην και εν τοις εχθραινουσιν του εθνους ημων 30 νυν ουν σε ηρετισαμεθα σημερον του ειναι αντ' αυτου ημιν εις αρχοντα και ηγουμενον του πολεμησαι τον πολεμον ημων 31 και επεδεξατο ιωναθαν εν τω καιρω εκεινω την ηγησιν και ανεστη αντι ιουδου του αδελφου αυτου 32 και εγνω βακχιδης και εζητει αυτον αποκτειναι 33 και εγνω ιωναθαν και σιμων ο αδελφος αυτου και παντες οι μετ' αυτου και εφυγον εις την ερημον θεκωε και παρενεβαλον επι το υδωρ λακκου ασφαρ 34 και εγνω βακχιδης τη ημερα των σαββατων και ηλθεν αυτος και παν το στρατευμα αυτου περαν του ιορδανου 35 και απεστειλεν τον αδελφον αυτου ηγουμενον του οχλου και παρεκαλεσεν τους ναβαταιους φιλους αυτου του παραθεσθαι αυτοις την αποσκευην αυτων την πολλην 36 και εξηλθον οι υιοι ιαμβρι οι εκ μηδαβα και συνελαβον ιωαννην και παντα οσα ειχεν και απηλθον εχοντες
37 μετα τους λογους τουτους απηγγειλαν ιωναθαν και σιμωνι τω αδελφω αυτου οτι υιοι ιαμβρι ποιουσιν γαμον μεγαν και αγουσιν την νυμφην απο ναδαβαθ θυγατερα ενος των μεγαλων μεγιστανων χανααν μετα παραπομπης μεγαλης 38 και εμνησθησαν του αιματος ιωαννου του αδελφου αυτων και ανεβησαν και εκρυβησαν υπο την σκεπην του ορους 39 και ηραν τους οφθαλμους αυτων και ειδον και ιδου θρους και αποσκευη πολλη και ο νυμφιος εξηλθεν και οι φιλοι αυτου και οι αδελφοι αυτου εις συναντησιν αυτων μετα τυμπανων και μουσικων και οπλων πολλων 40 και εξανεστησαν επ' αυτους απο του ενεδρου και απεκτειναν αυτους και επεσον τραυματιαι πολλοι και οι επιλοιποι εφυγον εις το ορος και ελαβον παντα τα σκυλα αυτων 41 και μετεστραφη ο γαμος εις πενθος και φωνη μουσικων αυτων εις θρηνον 42 και εξεδικησαν την εκδικησιν αιματος αδελφου αυτων και απεστρεψαν εις το ελος του ιορδανου 43 και ηκουσεν βακχιδης και ηλθεν τη ημερα των σαββατων εως των κρηπιδων του ιορδανου εν δυναμει πολλη 44 και ειπεν ιωναθαν τοις παρ' αυτου αναστωμεν δη και πολεμησωμεν περι των ψυχων ημων ου γαρ εστιν σημερον ως εχθες και τριτην ημεραν 45 ιδου γαρ ο πολεμος εξ εναντιας και εξοπισθεν ημων το δε υδωρ του ιορδανου ενθεν και ενθεν και ελος και δρυμος ουκ εστιν τοπος του εκκλιναι 46 νυν ουν κεκραξατε εις τον ουρανον οπως διασωθητε εκ χειρος των εχθρων ημων

Loading...


47 και συνηψεν ο πολεμος και εξετεινεν ιωναθαν την χειρα αυτου παταξαι τον βακχιδην και εξεκλινεν απ' αυτου εις τα οπισω 48 και ενεπηδησεν ιωναθαν και οι μετ' αυτου εις τον ιορδανην και διεκολυμβησαν εις το περαν και ου διεβησαν επ' αυτους τον ιορδανην
49 επεσον δε παρα βακχιδου τη ημερα εκεινη εις χιλιους ανδρας 50 και επεστρεψεν εις ιερουσαλημ και ωκοδομησαν πολεις οχυρας εν τη ιουδαια το οχυρωμα το εν ιεριχω και την αμμαους και την βαιθωρων και την βαιθηλ και την θαμναθα φαραθων και την τεφων εν τειχεσιν υψηλοις και πυλαις και μοχλοις 51 και εθετο φρουραν εν αυτοις του εχθραινειν τω ισραηλ 52 και ωχυρωσεν την πολιν την βαιθσουραν και γαζαρα και την ακραν και εθετο εν αυταις δυναμεις και παραθεσεις βρωματων 53 και ελαβεν τους υιους των ηγουμενων της χωρας ομηρα και εθετο αυτους εν τη ακρα εν ιερουσαλημ εν φυλακη 54 και εν ετει τριτω και πεντηκοστω και εκατοστω τω μηνι τω δευτερω επεταξεν αλκιμος καθαιρειν το τειχος της αυλης των αγιων της εσωτερας και καθειλεν τα εργα των προφητων και ενηρξατο του καθαιρειν 55 εν τω καιρω εκεινω επληγη αλκιμος και ενεποδισθη τα εργα αυτου και απεφραγη το στομα αυτου και παρελυθη και ουκ ηδυνατο ετι λαλησαι λογον και εντειλασθαι περι του οικου αυτου 56 και απεθανεν αλκιμος εν τω καιρω εκεινω μετα βασανου μεγαλης 57 και ειδεν βακχιδης οτι απεθανεν αλκιμος και επεστρεψεν προς τον βασιλεα και ησυχασεν η γη ιουδα ετη δυο 58 και εβουλευσαντο παντες οι ανομοι λεγοντες ιδου ιωναθαν και οι παρ' αυτου εν ησυχια κατοικουσιν πεποιθοτες νυν ουν αναξομεν τον βακχιδην και συλλημψεται αυτους παντας εν νυκτι μια 59 και πορευθεντες συνεβουλευσαντο αυτω 60 και απηρεν του ελθειν μετα δυναμεως πολλης και απεστειλεν λαθρα επιστολας πασιν τοις συμμαχοις αυτου τοις εν τη ιουδαια οπως συλλαβωσιν τον ιωναθαν και τους μετ' αυτου και ουκ ηδυναντο οτι εγνωσθη η βουλη αυτων
61 και συνελαβον απο των ανδρων της χωρας των αρχηγων της κακιας εις πεντηκοντα ανδρας και απεκτειναν αυτους 62 και εξεχωρησεν ιωναθαν και σιμων και οι μετ' αυτου εις βαιθβασι την εν τη ερημω και ωκοδομησεν τα καθηρημενα αυτης και εστερεωσαν αυτην 63 και εγνω βακχιδης και συνηγαγεν παν το πληθος αυτου και τοις εκ της ιουδαιας παρηγγειλεν 64 και ελθων παρενεβαλεν επι βαιθβασι και επολεμησεν αυτην ημερας πολλας και εποιησεν μηχανας 65 και απελιπεν ιωναθαν σιμωνα τον αδελφον αυτου εν τη πολει και εξηλθεν εις την χωραν και ηλθεν εν αριθμω 66 και επαταξεν οδομηρα και τους αδελφους αυτου και τους υιους φασιρων εν τω σκηνωματι αυτων και ηρξαντο τυπτειν και ανεβαινον εν ταις δυναμεσιν 67 και σιμων και οι μετ' αυτου εξηλθον εκ της πολεως και ενεπυρισαν τας μηχανας 68 και επολεμησαν προς τον βακχιδην και συνετριβη υπ' αυτων και εθλιβον αυτον σφοδρα οτι ην η βουλη αυτου και η εφοδος αυτου κενη 69 και ωργισθη εν θυμω τοις ανδρασιν τοις ανομοις τοις συμβουλευσασιν αυτω ελθειν εις την χωραν και απεκτεινεν εξ αυτων πολλους και εβουλευσατο του απελθειν εις την γην αυτου 70 και επεγνω ιωναθαν και απεστειλεν προς αυτον πρεσβεις του συνθεσθαι προς αυτον ειρηνην και αποδουναι αυτοις την αιχμαλωσιαν 71 και επεδεξατο και εποιησεν κατα τους λογους αυτου και ωμοσεν αυτω μη εκζητησαι αυτω κακον πασας τας ημερας της ζωης αυτου 72 και απεδωκεν αυτω την αιχμαλωσιαν ην ηχμαλωτευσεν το προτερον εκ γης ιουδα και αποστρεψας απηλθεν εις την γην αυτου και ου προσεθετο ετι ελθειν εις τα ορια αυτων 73 και κατεπαυσεν ρομφαια εξ ισραηλ και ωκησεν ιωναθαν εν μαχμας και ηρξατο ιωναθαν κρινειν τον λαον και ηφανισεν τους ασεβεις εξ ισραηλ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας