Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΙΩΣΗΦ δε κατηχθη εις αιγυπτον και εκτησατο αυτον πετεφρης ο ευνουχος φαραω αρχιμαγειρος ανηρ αιγυπτιος εκ χειρος ισμαηλιτων οι κατηγαγον αυτον εκει 2 και ην κυριος μετα ιωσηφ και ην ανηρ επιτυγχανων και εγενετο εν τω οικω παρα τω κυριω τω αιγυπτιω 3 ηδει δε ο κυριος αυτου οτι κυριος μετ' αυτου και οσα αν ποιη κυριος ευοδοι εν ταις χερσιν αυτου 4 και ευρεν ιωσηφ χαριν εναντιον του κυριου αυτου ευηρεστει δε αυτω και κατεστησεν αυτον επι του οικου αυτου και παντα οσα ην αυτω εδωκεν δια χειρος ιωσηφ 5 εγενετο δε μετα το κατασταθηναι αυτον επι του οικου αυτου και επι παντα οσα ην αυτω και ηυλογησεν κυριος τον οικον του αιγυπτιου δια ιωσηφ και εγενηθη ευλογια κυριου εν πασιν τοις υπαρχουσιν αυτω εν τω οικω και εν τω αγρω 6 και επετρεψεν παντα οσα ην αυτω εις χειρας ιωσηφ και ουκ ηδει των καθ' εαυτον ουδεν πλην του αρτου ου ησθιεν αυτος και ην ιωσηφ καλος τω ειδει και ωραιος τη οψει σφοδρα 7 και εγενετο μετα τα ρηματα ταυτα και επεβαλεν η γυνη του κυριου αυτου τους οφθαλμους αυτης επι ιωσηφ και ειπεν κοιμηθητι μετ' εμου 8 ο δε ουκ ηθελεν ειπεν δε τη γυναικι του κυριου αυτου ει ο κυριος μου ου γινωσκει δι' εμε ουδεν εν τω οικω αυτου και παντα οσα εστιν αυτω εδωκεν εις τας χειρας μου 9 και ουχ υπερεχει εν τη οικια ταυτη ουθεν εμου ουδε υπεξηρηται απ' εμου ουδεν πλην σου δια το σε γυναικα αυτου ειναι και πως ποιησω το ρημα το πονηρον τουτο και αμαρτησομαι εναντιον του θεου


10 ηνικα δε ελαλει τω ιωσηφ ημεραν εξ ημερας και ουχ υπηκουσεν αυτη καθευδειν μετ' αυτης του συγγενεσθαι αυτη 11 εγενετο δε τοιαυτη τις ημερα εισηλθεν ιωσηφ εις την οικιαν ποιειν τα εργα αυτου και ουθεις ην των εν τη οικια εσω 12 και επεσπασατο αυτον των ιματιων λεγουσα κοιμηθητι μετ' εμου και καταλιπων τα ιματια αυτου εν ταις χερσιν αυτης εφυγεν και εξηλθεν εξω
13 και εγενετο ως ειδεν οτι κατελιπεν τα ιματια αυτου εν ταις χερσιν αυτης και εφυγεν και εξηλθεν εξω 14 και εκαλεσεν τους οντας εν τη οικια και ειπεν αυτοις λεγουσα ιδετε εισηγαγεν ημιν παιδα εβραιον εμπαιζειν ημιν εισηλθεν προς με λεγων κοιμηθητι μετ' εμου και εβοησα φωνη μεγαλη 15 εν δε τω ακουσαι αυτον οτι υψωσα την φωνην μου και εβοησα καταλιπων τα ιματια αυτου παρ' εμοι εφυγεν και εξηλθεν εξω 16 και καταλιμπανει τα ιματια παρ' εαυτη εως ηλθεν ο κυριος εις τον οικον αυτου 17 και ελαλησεν αυτω κατα τα ρηματα ταυτα λεγουσα εισηλθεν προς με ο παις ο εβραιος ον εισηγαγες προς ημας εμπαιξαι μοι και ειπεν μοι κοιμηθησομαι μετα σου 18 ως δε ηκουσεν οτι υψωσα την φωνην μου και εβοησα κατελιπεν τα ιματια αυτου παρ' εμοι και εφυγεν και εξηλθεν εξω 19 εγενετο δε ως ηκουσεν ο κυριος αυτου τα ρηματα της γυναικος αυτου οσα ελαλησεν προς αυτον λεγουσα ουτως εποιησεν μοι ο παις σου και εθυμωθη οργη 20 και λαβων ο κυριος ιωσηφ ενεβαλεν αυτον εις το οχυρωμα εις τον τοπον εν ω οι δεσμωται του βασιλεως κατεχονται εκει εν τω οχυρωματι


21 και ην κυριος μετα ιωσηφ και κατεχεεν αυτου ελεος και εδωκεν αυτω χαριν εναντιον του αρχιδεσμοφυλακος 22 και εδωκεν ο αρχιδεσμοφυλαξ το δεσμωτηριον δια χειρος ιωσηφ και παντας τους απηγμενους οσοι εν τω δεσμωτηριω και παντα οσα ποιουσιν εκει 23 ουκ ην ο αρχιδεσμοφυλαξ του δεσμωτηριου γινωσκων δι' αυτον ουθεν παντα γαρ ην δια χειρος ιωσηφ δια το τον κυριον μετ' αυτου ειναι και οσα αυτος εποιει κυριος ευωδου εν ταις χερσιν αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας