Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΑΝΕΒΗ δε αβραμ εξ αιγυπτου αυτος και η γυνη αυτου και παντα τα αυτου και λωτ μετ' αυτου εις την ερημον 2 αβραμ δε ην πλουσιος σφοδρα κτηνεσιν και αργυριω και χρυσιω 3 και επορευθη οθεν ηλθεν εις την ερημον εως βαιθηλ εως του τοπου ου ην η σκηνη αυτου το προτερον ανα μεσον βαιθηλ και ανα μεσον αγγαι 4 εις τον τοπον του θυσιαστηριου ου εποιησεν εκει την αρχην και επεκαλεσατο εκει αβραμ το ονομα κυριου


5 και λωτ τω συμπορευομενω μετα αβραμ ην προβατα και βοες και σκηναι 6 και ουκ εχωρει αυτους η γη κατοικειν αμα οτι ην τα υπαρχοντα αυτων πολλα και ουκ εδυναντο κατοικειν αμα


7 και εγενετο μαχη ανα μεσον των ποιμενων των κτηνων του αβραμ και ανα μεσον των ποιμενων των κτηνων του λωτ οι δε χαναναιοι και οι φερεζαιοι τοτε κατωκουν την γην 8 ειπεν δε αβραμ τω λωτ μη εστω μαχη ανα μεσον εμου και σου και ανα μεσον των ποιμενων μου και ανα μεσον των ποιμενων σου οτι ανθρωποι αδελφοι ημεις εσμεν 9 ουκ ιδου πασα η γη εναντιον σου εστιν διαχωρισθητι απ' εμου ει συ εις αριστερα εγω εις δεξια ει δε συ εις δεξια εγω εις αριστερα 10 και επαρας λωτ τους οφθαλμους αυτου ειδεν πασαν την περιχωρον του ιορδανου οτι πασα ην ποτιζομενη προ του καταστρεψαι τον θεον σοδομα και γομορρα ως ο παραδεισος του θεου και ως η γη αιγυπτου εως ελθειν εις ζογορα 11 και εξελεξατο εαυτω λωτ πασαν την περιχωρον του ιορδανου και απηρεν λωτ απο ανατολων και διεχωρισθησαν εκαστος απο του αδελφου αυτου 12 αβραμ δε κατωκησεν εν γη χανααν λωτ δε κατωκησεν εν πολει των περιχωρων και εσκηνωσεν εν σοδομοις
13 οι δε ανθρωποι οι εν σοδομοις πονηροι και αμαρτωλοι εναντιον του θεου σφοδρα 14 ο δε θεος ειπεν τω αβραμ μετα το διαχωρισθηναι τον λωτ απ' αυτου αναβλεψας τοις οφθαλμοις σου ιδε απο του τοπου ου νυν συ ει προς βορραν και λιβα και ανατολας και θαλασσαν


15 οτι πασαν την γην ην συ ορας σοι δωσω αυτην και τω σπερματι σου εως του αιωνος


16 και ποιησω το σπερμα σου ως την αμμον της γης ει δυναται τις εξαριθμησαι την αμμον της γης και το σπερμα σου εξαριθμηθησεται 17 αναστας διοδευσον την γην εις τε το μηκος αυτης και εις το πλατος οτι σοι δωσω αυτην 18 και αποσκηνωσας αβραμ ελθων κατωκησεν παρα την δρυν την μαμβρη η ην εν χεβρων και ωκοδομησεν εκει θυσιαστηριον κυριω

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας