Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΓΕΝΕΤΟ δε η ζωη σαρρας ετη εκατον εικοσι επτα 2 και απεθανεν σαρρα εν πολει αρβοκ η εστιν εν τω κοιλωματι αυτη εστιν χεβρων εν γη χανααν ηλθεν δε αβρααμ κοψασθαι σαρραν και πενθησαι 3 και ανεστη αβρααμ απο του νεκρου αυτου και ειπεν τοις υιοις χετ λεγων 4 παροικος και παρεπιδημος εγω ειμι μεθ' υμων δοτε ουν μοι κτησιν ταφου μεθ' υμων και θαψω τον νεκρον μου απ' εμου 5 απεκριθησαν δε οι υιοι χετ προς αβρααμ λεγοντες 6 μη κυριε ακουσον δε ημων βασιλευς παρα θεου ει συ εν ημιν εν τοις εκλεκτοις μνημειοις ημων θαψον τον νεκρον σου ουδεις γαρ ημων το μνημειον αυτου κωλυσει απο σου του θαψαι τον νεκρον σου εκει 7 αναστας δε αβρααμ προσεκυνησεν τω λαω της γης τοις υιοις χετ 8 και ελαλησεν προς αυτους αβρααμ λεγων ει εχετε τη ψυχη υμων ωστε θαψαι τον νεκρον μου απο προσωπου μου ακουσατε μου και λαλησατε περι εμου εφρων τω του σααρ 9 και δοτω μοι το σπηλαιον το διπλουν ο εστιν αυτω το ον εν μερει του αγρου αυτου αργυριου του αξιου δοτω μοι αυτο εν υμιν εις κτησιν μνημειου 10 εφρων δε εκαθητο εν μεσω των υιων χετ αποκριθεις δε εφρων ο χετταιος προς αβρααμ ειπεν ακουοντων των υιων χετ και παντων των εισπορευομενων εις την πολιν λεγων 11 παρ' εμοι γενου κυριε και ακουσον μου τον αγρον και το σπηλαιον το εν αυτω σοι διδωμι εναντιον παντων των πολιτων μου δεδωκα σοι θαψον τον νεκρον σου 12 και προσεκυνησεν αβρααμ εναντιον του λαου της γης
13 και ειπεν τω εφρων εις τα ωτα του λαου της γης επειδη προς εμου ει ακουσον μου το αργυριον του αγρου λαβε παρ' εμου και θαψω τον νεκρον μου εκει 14 απεκριθη δε εφρων τω αβρααμ λεγων 15 ουχι κυριε ακηκοα γη τετρακοσιων διδραχμων αργυριου ανα μεσον εμου και σου τι αν ειη τουτο συ δε τον νεκρον σου θαψον 16 και ηκουσεν αβρααμ του εφρων και απεκατεστησεν αβρααμ τω εφρων το αργυριον ο ελαλησεν εις τα ωτα των υιων χετ τετρακοσια διδραχμα αργυριου δοκιμου εμποροις


17 και εστη ο αγρος εφρων ος ην εν τω διπλω σπηλαιω ος εστιν κατα προσωπον μαμβρη ο αγρος και το σπηλαιον ο ην εν αυτω και παν δενδρον ο ην εν τω αγρω ο εστιν εν τοις οριοις αυτου κυκλω


18 τω αβρααμ εις κτησιν εναντιον των υιων χετ και παντων των εισπορευομενων εις την πολιν 19 μετα ταυτα εθαψεν αβρααμ σαρραν την γυναικα αυτου εν τω σπηλαιω του αγρου τω διπλω ο εστιν απεναντι μαμβρη αυτη εστιν χεβρων εν τη γη χανααν




20 και εκυρωθη ο αγρος και το σπηλαιον ο ην εν αυτω τω αβρααμ εις κτησιν ταφου παρα των υιων χετ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας