Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΜΕΤΑ δε τα ρηματα ταυτα εγενηθη ρημα κυριου προς αβραμ εν οραματι λεγων μη φοβου αβραμ εγω υπερασπιζω σου ο μισθος σου πολυς εσται σφοδρα 2 λεγει δε αβραμ δεσποτα τι μοι δωσεις εγω δε απολυομαι ατεκνος ο δε υιος μασεκ της οικογενους μου ουτος δαμασκος ελιεζερ 3 και ειπεν αβραμ επειδη εμοι ουκ εδωκας σπερμα ο δε οικογενης μου κληρονομησει με 4 και ευθυς φωνη κυριου εγενετο προς αυτον λεγων ου κληρονομησει σε ουτος αλλ' ος εξελευσεται εκ σου ουτος κληρονομησει σε 5 εξηγαγεν δε αυτον εξω και ειπεν αυτω αναβλεψον δη εις τον ουρανον και αριθμησον τους αστερας ει δυνηση εξαριθμησαι αυτους και ειπεν ουτως εσται το σπερμα σου




6 και επιστευσεν αβραμ τω θεω και ελογισθη αυτω εις δικαιοσυνην


7 ειπεν δε προς αυτον εγω ο θεος ο εξαγαγων σε εκ χωρας χαλδαιων ωστε δουναι σοι την γην ταυτην κληρονομησαι


8 ειπεν δε δεσποτα κυριε κατα τι γνωσομαι οτι κληρονομησω αυτην


9 ειπεν δε αυτω λαβε μοι δαμαλιν τριετιζουσαν και αιγα τριετιζουσαν και κριον τριετιζοντα και τρυγονα και περιστεραν 10 ελαβεν δε αυτω παντα ταυτα και διειλεν αυτα μεσα και εθηκεν αυτα αντιπροσωπα αλληλοις τα δε ορνεα ου διειλεν


11 κατεβη δε ορνεα επι τα σωματα τα διχοτομηματα αυτων και συνεκαθισεν αυτοις αβραμ 12 περι δε ηλιου δυσμας εκστασις επεπεσεν τω αβραμ και ιδου φοβος σκοτεινος μεγας επιπιπτει αυτω
13 και ερρεθη προς αβραμ γινωσκων γνωση οτι παροικον εσται το σπερμα σου εν γη ουκ ιδια και δουλωσουσιν αυτους και κακωσουσιν αυτους και ταπεινωσουσιν αυτους τετρακοσια ετη


14 το δε εθνος ω εαν δουλευσωσιν κρινω εγω μετα δε ταυτα εξελευσονται ωδε μετα αποσκευης πολλης 15 συ δε απελευση προς τους πατερας σου μετ' ειρηνης ταφεις εν γηρει καλω 16 τεταρτη δε γενεα αποστραφησονται ωδε ουπω γαρ αναπεπληρωνται αι αμαρτιαι των αμορραιων εως του νυν 17 επει δε εγινετο ο ηλιος προς δυσμαις φλοξ εγενετο και ιδου κλιβανος καπνιζομενος και λαμπαδες πυρος αι διηλθον ανα μεσον των διχοτομηματων τουτων 18 εν τη ημερα εκεινη διεθετο κυριος τω αβραμ διαθηκην λεγων τω σπερματι σου δωσω την γην ταυτην απο του ποταμου αιγυπτου εως του ποταμου του μεγαλου ποταμου ευφρατου


19 τους καιναιους και τους κενεζαιους και τους κεδμωναιους 20 και τους χετταιους και τους φερεζαιους και τους ραφαιν 21 και τους αμορραιους και τους χαναναιους και τους ευαιους και τους γεργεσαιους και τους ιεβουσαιους

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας