Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ επιπεσων ιωσηφ επι το προσωπον του πατρος αυτου εκλαυσεν επ' αυτον και εφιλησεν αυτον 2 και προσεταξεν ιωσηφ τοις παισιν αυτου τοις ενταφιασταις ενταφιασαι τον πατερα αυτου και ενεταφιασαν οι ενταφιασται τον ισραηλ 3 και επληρωσαν αυτου τεσσαρακοντα ημερας ουτως γαρ καταριθμουνται αι ημεραι της ταφης και επενθησεν αυτον αιγυπτος εβδομηκοντα ημερας 4 επειδη δε παρηλθον αι ημεραι του πενθους ελαλησεν ιωσηφ προς τους δυναστας φαραω λεγων ει ευρον χαριν εναντιον υμων λαλησατε περι εμου εις τα ωτα φαραω λεγοντες 5 ο πατηρ μου ωρκισεν με λεγων εν τω μνημειω ω ωρυξα εμαυτω εν γη χανααν εκει με θαψεις νυν ουν αναβας θαψω τον πατερα μου και επανελευσομαι


6 και ειπεν φαραω αναβηθι θαψον τον πατερα σου καθαπερ ωρκισεν σε 7 και ανεβη ιωσηφ θαψαι τον πατερα αυτου και συνανεβησαν μετ' αυτου παντες οι παιδες φαραω και οι πρεσβυτεροι του οικου αυτου και παντες οι πρεσβυτεροι της γης αιγυπτου 8 και πασα η πανοικια ιωσηφ και οι αδελφοι αυτου και πασα η οικια η πατρικη αυτου και την συγγενειαν και τα προβατα και τους βοας υπελιποντο εν γη γεσεμ 9 και συνανεβησαν μετ' αυτου και αρματα και ιππεις και εγενετο η παρεμβολη μεγαλη σφοδρα 10 και παρεγενοντο εφ' αλωνα αταδ ο εστιν περαν του ιορδανου και εκοψαντο αυτον κοπετον μεγαν και ισχυρον σφοδρα και εποιησεν το πενθος τω πατρι αυτου επτα ημερας


11 και ειδον οι κατοικοι της γης χανααν το πενθος εν αλωνι αταδ και ειπαν πενθος μεγα τουτο εστιν τοις αιγυπτιοις δια τουτο εκαλεσεν το ονομα αυτου πενθος αιγυπτου ο εστιν περαν του ιορδανου 12 και εποιησαν αυτω ουτως οι υιοι αυτου και εθαψαν αυτον εκει
13 και ανελαβον αυτον οι υιοι αυτου εις γην χανααν και εθαψαν αυτον εις το σπηλαιον το διπλουν ο εκτησατο αβρααμ το σπηλαιον εν κτησει μνημειου παρα εφρων του χετταιου κατεναντι μαμβρη


14 και απεστρεψεν ιωσηφ εις αιγυπτον αυτος και οι αδελφοι αυτου και οι συναναβαντες θαψαι τον πατερα αυτου 15 ιδοντες δε οι αδελφοι ιωσηφ οτι τεθνηκεν ο πατηρ αυτων ειπαν μηποτε μνησικακηση ημιν ιωσηφ και ανταποδομα ανταποδω ημιν παντα τα κακα α ενεδειξαμεθα αυτω 16 και παρεγενοντο προς ιωσηφ λεγοντες ο πατηρ σου ωρκισεν προ του τελευτησαι αυτον λεγων 17 ουτως ειπατε ιωσηφ αφες αυτοις την αδικιαν και την αμαρτιαν αυτων οτι πονηρα σοι ενεδειξαντο και νυν δεξαι την αδικιαν των θεραποντων του θεου του πατρος σου και εκλαυσεν ιωσηφ λαλουντων αυτων προς αυτον 18 και ελθοντες προς αυτον ειπαν οιδε ημεις σοι οικεται 19 και ειπεν αυτοις ιωσηφ μη φοβεισθε του γαρ θεου ειμι εγω 20 υμεις εβουλευσασθε κατ' εμου εις πονηρα ο δε θεος εβουλευσατο περι εμου εις αγαθα οπως αν γενηθη ως σημερον ινα διατραφη λαος πολυς


21 και ειπεν αυτοις μη φοβεισθε εγω διαθρεψω υμας και τας οικιας υμων και παρεκαλεσεν αυτους και ελαλησεν αυτων εις την καρδιαν


22 και κατωκησεν ιωσηφ εν αιγυπτω αυτος και οι αδελφοι αυτου και πασα η πανοικια του πατρος αυτου και εζησεν ιωσηφ ετη εκατον δεκα


23 και ειδεν ιωσηφ εφραιμ παιδια εως τριτης γενεας και υιοι μαχιρ του υιου μανασση ετεχθησαν επι μηρων ιωσηφ


24 και ειπεν ιωσηφ τοις αδελφοις αυτου λεγων εγω αποθνησκω επισκοπη δε επισκεψεται υμας ο θεος και αναξει υμας εκ της γης ταυτης εις την γην ην ωμοσεν ο θεος τοις πατρασιν ημων αβρααμ και ισαακ και ιακωβ


25 και ωρκισεν ιωσηφ τους υιους ισραηλ λεγων εν τη επισκοπη η επισκεψεται υμας ο θεος και συνανοισετε τα οστα μου εντευθεν μεθ' υμων 26 και ετελευτησεν ιωσηφ ετων εκατον δεκα και εθαψαν αυτον και εθηκαν εν τη σορω εν αιγυπτω

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας