Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΓΕΝΕΤΟ δε μετα τα ρηματα ταυτα ημαρτεν ο αρχιοινοχοος του βασιλεως αιγυπτου και ο αρχισιτοποιος τω κυριω αυτων βασιλει αιγυπτου 2 και ωργισθη φαραω επι τοις δυσιν ευνουχοις αυτου επι τω αρχιοινοχοω και επι τω αρχισιτοποιω 3 και εθετο αυτους εν φυλακη παρα τω δεσμοφυλακι εις το δεσμωτηριον εις τον τοπον ου ιωσηφ απηκτο εκει 4 και συνεστησεν ο αρχιδεσμωτης τω ιωσηφ αυτους και παρεστη αυτοις ησαν δε ημερας εν τη φυλακη 5 και ειδον αμφοτεροι ενυπνιον εκατερος ενυπνιον εν μια νυκτι ορασις του ενυπνιου αυτου ο αρχιοινοχοος και ο αρχισιτοποιος οι ησαν τω βασιλει αιγυπτου οι οντες εν τω δεσμωτηριω 6 εισηλθεν δε προς αυτους ιωσηφ το πρωι και ειδεν αυτους και ησαν τεταραγμενοι 7 και ηρωτα τους ευνουχους φαραω οι ησαν μετ' αυτου εν τη φυλακη παρα τω κυριω αυτου λεγων τι οτι τα προσωπα υμων σκυθρωπα σημερον 8 οι δε ειπαν αυτω ενυπνιον ειδομεν και ο συγκρινων ουκ εστιν αυτο ειπεν δε αυτοις ιωσηφ ουχι δια του θεου η διασαφησις αυτων εστιν διηγησασθε ουν μοι 9 και διηγησατο ο αρχιοινοχοος το ενυπνιον αυτου τω ιωσηφ και ειπεν εν τω υπνω μου ην αμπελος εναντιον μου 10 εν δε τη αμπελω τρεις πυθμενες και αυτη θαλλουσα ανενηνοχυια βλαστους πεπειροι οι βοτρυες σταφυλης 11 και το ποτηριον φαραω εν τη χειρι μου και ελαβον την σταφυλην και εξεθλιψα αυτην εις το ποτηριον και εδωκα το ποτηριον εις τας χειρας φαραω 12 και ειπεν αυτω ιωσηφ τουτο η συγκρισις αυτου οι τρεις πυθμενες τρεις ημεραι εισιν
13 ετι τρεις ημεραι και μνησθησεται φαραω της αρχης σου και αποκαταστησει σε επι την αρχιοινοχοιαν σου και δωσεις το ποτηριον φαραω εις την χειρα αυτου κατα την αρχην σου την προτεραν ως ησθα οινοχοων 14 αλλα μνησθητι μου δια σεαυτου οταν ευ σοι γενηται και ποιησεις εν εμοι ελεος και μνησθηση περι εμου φαραω και εξαξεις με εκ του οχυρωματος τουτου 15 οτι κλοπη εκλαπην εκ γης εβραιων και ωδε ουκ εποιησα ουδεν αλλ' ενεβαλον με εις τον λακκον τουτον 16 και ειδεν ο αρχισιτοποιος οτι ορθως συνεκρινεν και ειπεν τω ιωσηφ καγω ειδον ενυπνιον και ωμην τρια κανα χονδριτων αιρειν επι της κεφαλης μου 17 εν δε τω κανω τω επανω απο παντων των γενων ων ο βασιλευς φαραω εσθιει εργον σιτοποιου και τα πετεινα του ουρανου κατησθιεν αυτα απο του κανου του επανω της κεφαλης μου 18 αποκριθεις δε ιωσηφ ειπεν αυτω αυτη η συγκρισις αυτου τα τρια κανα τρεις ημεραι εισιν 19 ετι τριων ημερων αφελει φαραω την κεφαλην σου απο σου και κρεμασει σε επι ξυλου και φαγεται τα ορνεα του ουρανου τας σαρκας σου απο σου 20 εγενετο δε εν τη ημερα τη τριτη ημερα γενεσεως ην φαραω και εποιει ποτον πασι τοις παισιν αυτου και εμνησθη της αρχης του αρχιοινοχοου και της αρχης του αρχισιτοποιου εν μεσω των παιδων αυτου 21 και απεκατεστησεν τον αρχιοινοχοον επι την αρχην αυτου και εδωκεν το ποτηριον εις την χειρα φαραω 22 τον δε αρχισιτοποιον εκρεμασεν καθα συνεκρινεν αυτοις ιωσηφ 23 ουκ εμνησθη δε ο αρχιοινοχοος του ιωσηφ αλλα επελαθετο αυτου

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας