Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΠΑΣΑς τας εντολας ας εγω εντελλομαι υμιν σημερον φυλαξεσθε ποιειν ινα ζητε και πολυπλασιασθητε και εισελθητε και κληρονομησητε την γην ην κυριος ο θεος υμων ωμοσεν τοις πατρασιν υμων 2 και μνησθηση πασαν την οδον ην ηγαγεν σε κυριος ο θεος σου εν τη ερημω οπως αν κακωση σε και εκπειραση σε και διαγνωσθη τα εν τη καρδια σου ει φυλαξη τας εντολας αυτου η ου


3 και εκακωσεν σε και ελιμαγχονησεν σε και εψωμισεν σε το μαννα ο ουκ ειδησαν οι πατερες σου ινα αναγγειλη σοι οτι ουκ επ' αρτω μονω ζησεται ο ανθρωπος αλλ' επι παντι ρηματι τω εκπορευομενω δια στοματος θεου ζησεται ο ανθρωπος


4 τα ιματια σου ου κατετριβη απο σου οι ποδες σου ουκ ετυλωθησαν ιδου τεσσαρακοντα ετη 5 και γνωση τη καρδια σου οτι ως ει τις παιδευσαι ανθρωπος τον υιον αυτου ουτως κυριος ο θεος σου παιδευσει σε 6 και φυλαξη τας εντολας κυριου του θεου σου πορευεσθαι εν ταις οδοις αυτου και φοβεισθαι αυτον 7 ο γαρ κυριος ο θεος σου εισαγει σε εις γην αγαθην και πολλην ου χειμαρροι υδατων και πηγαι αβυσσων εκπορευομεναι δια των πεδιων και δια των ορεων 8 γη πυρου και κριθης αμπελοι συκαι ροαι γη ελαιας ελαιου και μελιτος 9 γη εφ' ης ου μετα πτωχειας φαγη τον αρτον σου και ουκ ενδεηθηση ουδεν επ' αυτης γη ης οι λιθοι σιδηρος και εκ των ορεων αυτης μεταλλευσεις χαλκον 10 και φαγη και εμπλησθηση και ευλογησεις κυριον τον θεον σου επι της γης της αγαθης ης εδωκεν σοι 11 προσεχε σεαυτω μη επιλαθη κυριου του θεου σου του μη φυλαξαι τας εντολας αυτου και τα κριματα και τα δικαιωματα αυτου οσα εγω εντελλομαι σοι σημερον 12 μη φαγων και εμπλησθεις και οικιας καλας οικοδομησας και κατοικησας εν αυταις
13 και των βοων σου και των προβατων σου πληθυνθεντων σοι αργυριου και χρυσιου πληθυνθεντος σοι και παντων οσων σοι εσται πληθυνθεντων σοι 14 υψωθης τη καρδια και επιλαθη κυριου του θεου σου του εξαγαγοντος σε εκ γης αιγυπτου εξ οικου δουλειας


15 του αγαγοντος σε δια της ερημου της μεγαλης και της φοβερας εκεινης ου οφις δακνων και σκορπιος και διψα ου ουκ ην υδωρ του εξαγαγοντος σοι εκ πετρας ακροτομου πηγην υδατος


16 του ψωμισαντος σε το μαννα εν τη ερημω ο ουκ ειδησαν οι πατερες σου ινα κακωση σε και εκπειραση σε και ευ σε ποιηση επ' εσχατων των ημερων σου


17 μη ειπης εν τη καρδια σου η ισχυς μου και το κρατος της χειρος μου εποιησεν μοι την δυναμιν την μεγαλην ταυτην 18 και μνησθηση κυριου του θεου σου οτι αυτος σοι διδωσιν ισχυν του ποιησαι δυναμιν και ινα στηση την διαθηκην αυτου ην ωμοσεν κυριος τοις πατρασιν σου ως σημερον 19 και εσται εαν ληθη επιλαθη κυριου του θεου σου και πορευθης οπισω θεων ετερων και λατρευσης αυτοις και προσκυνησης αυτοις διαμαρτυρομαι υμιν σημερον τον τε ουρανον και την γην οτι απωλεια απολεισθε 20 καθα και τα λοιπα εθνη οσα κυριος απολλυει προ προσωπου υμων ουτως απολεισθε ανθ' ων ουκ ηκουσατε της φωνης κυριου του θεου υμων

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας