Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΑΝ δε τις λαβη γυναικα και συνοικηση αυτη και εσται εαν μη ευρη χαριν εναντιον αυτου οτι ευρεν εν αυτη ασχημον πραγμα και γραψει αυτη βιβλιον αποστασιου και δωσει εις τας χειρας αυτης και εξαποστελει αυτην εκ της οικιας αυτου


2 και απελθουσα γενηται ανδρι ετερω 3 και μισηση αυτην ο ανηρ ο εσχατος και γραψει αυτη βιβλιον αποστασιου και δωσει εις τας χειρας αυτης και εξαποστελει αυτην εκ της οικιας αυτου η αποθανη ο ανηρ ο εσχατος ος ελαβεν αυτην εαυτω γυναικα 4 ου δυνησεται ο ανηρ ο προτερος ο εξαποστειλας αυτην επαναστρεψας λαβειν αυτην εαυτω γυναικα μετα το μιανθηναι αυτην οτι βδελυγμα εστιν εναντιον κυριου του θεου σου και ου μιανειτε την γην ην κυριος ο θεος υμων διδωσιν υμιν εν κληρω 5 εαν δε τις λαβη γυναικα προσφατως ουκ εξελευσεται εις τον πολεμον και ουκ επιβληθησεται αυτω ουδεν πραγμα αθωος εσται εν τη οικια αυτου ενιαυτον ενα ευφρανει την γυναικα αυτου ην ελαβεν 6 ουκ ενεχυρασεις μυλον ουδε επιμυλιον οτι ψυχην ουτος ενεχυραζει 7 εαν δε αλω ανθρωπος κλεπτων ψυχην των αδελφων αυτου των υιων ισραηλ και καταδυναστευσας αυτον αποδωται αποθανειται ο κλεπτης εκεινος και εξαρεις τον πονηρον εξ υμων αυτων 8 προσεχε σεαυτω εν τη αφη της λεπρας φυλαξη σφοδρα ποιειν κατα παντα τον νομον ον εαν αναγγειλωσιν υμιν οι ιερεις οι λευιται ον τροπον ενετειλαμην υμιν φυλαξασθε ποιειν 9 μνησθητι οσα εποιησεν κυριος ο θεος σου τη μαριαμ εν τη οδω εκπορευομενων υμων εξ αιγυπτου


10 εαν οφειλημα η εν τω πλησιον σου οφειλημα οτιουν ουκ εισελευση εις την οικιαν αυτου ενεχυρασαι το ενεχυρον 11 εξω στηση και ο ανθρωπος ου το δανειον σου εστιν εν αυτω εξοισει σοι το ενεχυρον εξω 12 εαν δε ο ανθρωπος πενηται ου κοιμηθηση εν τω ενεχυρω αυτου
13 αποδοσει αποδωσεις το ενεχυρον αυτου περι δυσμας ηλιου και κοιμηθησεται εν τω ιματιω αυτου και ευλογησει σε και εσται σοι ελεημοσυνη εναντιον κυριου του θεου σου


14 ουκ απαδικησεις μισθον πενητος και ενδεους εκ των αδελφων σου η εκ των προσηλυτων των εν ταις πολεσιν σου


15 αυθημερον αποδωσεις τον μισθον αυτου ουκ επιδυσεται ο ηλιος επ' αυτω οτι πενης εστιν και εν αυτω εχει την ελπιδα και ου καταβοησεται κατα σου προς κυριον και εσται εν σοι αμαρτια 16 ουκ αποθανουνται πατερες υπερ τεκνων και υιοι ουκ αποθανουνται υπερ πατερων εκαστος τη εαυτου αμαρτια αποθανειται


17 ουκ εκκλινεις κρισιν προσηλυτου και ορφανου και χηρας και ουκ ενεχυρασεις ιματιον χηρας 18 και μνησθηση οτι οικετης ησθα εν γη αιγυπτω και ελυτρωσατο σε κυριος ο θεος σου εκειθεν δια τουτο εγω σοι εντελλομαι ποιειν το ρημα τουτο 19 εαν δε αμησης αμητον εν τω αγρω σου και επιλαθη δραγμα εν τω αγρω σου ουκ επαναστραφηση λαβειν αυτο τω πτωχω και τω προσηλυτω και τω ορφανω και τη χηρα εσται ινα ευλογηση σε κυριος ο θεος σου εν πασι τοις εργοις των χειρων σου 20 εαν δε ελαιαλογησης ουκ επαναστρεψεις καλαμησασθαι τα οπισω σου τω προσηλυτω και τω ορφανω και τη χηρα εσται και μνησθηση οτι οικετης ησθα εν γη αιγυπτω δια τουτο εγω σοι εντελλομαι ποιειν το ρημα τουτο 21 εαν δε τρυγησης τον αμπελωνα σου ουκ επανατρυγησεις αυτον τα οπισω σου τω προσηλυτω και τω ορφανω και τη χηρα εσται 22 και μνησθηση οτι οικετης ησθα εν γη αιγυπτω δια τουτο εγω σοι εντελλομαι ποιειν το ρημα τουτο

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας