Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ προσεταξεν μωυσης και η γερουσια ισραηλ λεγων φυλασσεσθε πασας τας εντολας ταυτας οσας εγω εντελλομαι υμιν σημερον 2 και εσται η αν ημερα διαβητε τον ιορδανην εις την γην ην κυριος ο θεος σου διδωσιν σοι και στησεις σεαυτω λιθους μεγαλους και κονιασεις αυτους κονια 3 και γραψεις επι των λιθων παντας τους λογους του νομου τουτου ως αν διαβητε τον ιορδανην ηνικα εαν εισελθητε εις την γην ην κυριος ο θεος των πατερων σου διδωσιν σοι γην ρεουσαν γαλα και μελι ον τροπον ειπεν κυριος ο θεος των πατερων σου σοι 4 και εσται ως αν διαβητε τον ιορδανην στησετε τους λιθους τουτους ους εγω εντελλομαι σοι σημερον εν ορει γαιβαλ και κονιασεις αυτους κονια 5 και οικοδομησεις εκει θυσιαστηριον κυριω τω θεω σου θυσιαστηριον εκ λιθων ουκ επιβαλεις επ' αυτους σιδηρον


6 λιθους ολοκληρους οικοδομησεις θυσιαστηριον κυριω τω θεω σου και ανοισεις επ' αυτο ολοκαυτωματα κυριω τω θεω σου 7 και θυσεις εκει θυσιαν σωτηριου κυριω τω θεω σου και φαγη και εμπλησθηση και ευφρανθηση εναντιον κυριου του θεου σου 8 και γραψεις επι των λιθων παντα τον νομον τουτον σαφως σφοδρα 9 και ελαλησεν μωυσης και οι ιερεις οι λευιται παντι ισραηλ λεγοντες σιωπα και ακουε ισραηλ εν τη ημερα ταυτη γεγονας εις λαον κυριω τω θεω σου 10 και εισακουση της φωνης κυριου του θεου σου και ποιησεις πασας τας εντολας αυτου και τα δικαιωματα αυτου οσα εγω εντελλομαι σοι σημερον 11 και ενετειλατο μωυσης τω λαω εν τη ημερα εκεινη λεγων 12 ουτοι στησονται ευλογειν τον λαον εν ορει γαριζιν διαβαντες τον ιορδανην συμεων λευι ιουδας ισσαχαρ ιωσηφ και βενιαμιν
13 και ουτοι στησονται επι της καταρας εν ορει γαιβαλ ρουβην γαδ και ασηρ ζαβουλων δαν και νεφθαλι 14 και αποκριθεντες οι λευιται ερουσιν παντι ισραηλ φωνη μεγαλη


15 επικαταρατος ανθρωπος οστις ποιησει γλυπτον και χωνευτον βδελυγμα κυριω εργον χειρων τεχνιτου και θησει αυτο εν αποκρυφω και αποκριθεις πας ο λαος ερουσιν γενοιτο 16 επικαταρατος ο ατιμαζων πατερα αυτου η μητερα αυτου και ερουσιν πας ο λαος γενοιτο 17 επικαταρατος ο μετατιθεις ορια του πλησιον και ερουσιν πας ο λαος γενοιτο 18 επικαταρατος ο πλανων τυφλον εν οδω και ερουσιν πας ο λαος γενοιτο 19 επικαταρατος ος αν εκκλινη κρισιν προσηλυτου και ορφανου και χηρας και ερουσιν πας ο λαος γενοιτο 20 επικαταρατος ο κοιμωμενος μετα γυναικος του πατρος αυτου οτι απεκαλυψεν συγκαλυμμα του πατρος αυτου και ερουσιν πας ο λαος γενοιτο 21 επικαταρατος ο κοιμωμενος μετα παντος κτηνους και ερουσιν πας ο λαος γενοιτο 22 επικαταρατος ο κοιμωμενος μετα αδελφης εκ πατρος η εκ μητρος αυτου και ερουσιν πας ο λαος γενοιτο 23 επικαταρατος ο κοιμωμενος μετα πενθερας αυτου και ερουσιν πας ο λαος γενοιτο επικαταρατος ο κοιμωμενος μετα αδελφης γυναικος αυτου και ερουσιν πας ο λαος γενοιτο 24 επικαταρατος ο τυπτων τον πλησιον αυτου δολω και ερουσιν πας ο λαος γενοιτο
25 επικαταρατος ος αν λαβη δωρα παταξαι ψυχην αιματος αθωου και ερουσιν πας ο λαος γενοιτο 26 επικαταρατος πας ανθρωπος ος ουκ εμμενει εν πασιν τοις λογοις του νομου τουτου του ποιησαι αυτους και ερουσιν πας ο λαος γενοιτο


Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας