Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΕΑΝ δε εξελθης εις πολεμον επι τους εχθρους σου και ιδης ιππον και αναβατην και λαον πλειονα σου ου φοβηθηση απ' αυτων οτι κυριος ο θεος σου μετα σου ο αναβιβασας σε εκ γης αιγυπτου 2 και εσται οταν εγγισης τω πολεμω και προσεγγισας ο ιερευς λαλησει τω λαω 3 και ερει προς αυτους ακουε ισραηλ υμεις προσπορευεσθε σημερον εις πολεμον επι τους εχθρους υμων μη εκλυεσθω η καρδια υμων μη φοβεισθε μηδε θραυεσθε μηδε εκκλινητε απο προσωπου αυτων 4 οτι κυριος ο θεος υμων ο προπορευομενος μεθ' υμων συνεκπολεμησαι υμιν τους εχθρους υμων διασωσαι υμας 5 και λαλησουσιν οι γραμματεις προς τον λαον λεγοντες τις ο ανθρωπος ο οικοδομησας οικιαν καινην και ουκ ενεκαινισεν αυτην πορευεσθω και αποστραφητω εις την οικιαν αυτου μη αποθανη εν τω πολεμω και ανθρωπος ετερος εγκαινιει αυτην


6 και τις ο ανθρωπος οστις εφυτευσεν αμπελωνα και ουκ ευφρανθη εξ αυτου πορευεσθω και αποστραφητω εις την οικιαν αυτου μη αποθανη εν τω πολεμω και ανθρωπος ετερος ευφρανθησεται εξ αυτου 7 και τις ο ανθρωπος οστις μεμνηστευται γυναικα και ουκ ελαβεν αυτην πορευεσθω και αποστραφητω εις την οικιαν αυτου μη αποθανη εν τω πολεμω και ανθρωπος ετερος λημψεται αυτην 8 και προσθησουσιν οι γραμματεις λαλησαι προς τον λαον και ερουσιν τις ο ανθρωπος ο φοβουμενος και δειλος τη καρδια πορευεσθω και αποστραφητω εις την οικιαν αυτου ινα μη δειλιανη την καρδιαν του αδελφου αυτου ωσπερ η αυτου


9 και εσται οταν παυσωνται οι γραμματεις λαλουντες προς τον λαον και καταστησουσιν αρχοντας της στρατιας προηγουμενους του λαου 10 εαν δε προσελθης προς πολιν εκπολεμησαι αυτην και εκκαλεση αυτους μετ' ειρηνης 11 εαν μεν ειρηνικα αποκριθωσιν σοι και ανοιξωσιν σοι εσται πας ο λαος οι ευρεθεντες εν αυτη εσονται σοι φορολογητοι και υπηκοοι σου 12 εαν δε μη υπακουσωσιν σοι και ποιησωσιν προς σε πολεμον περικαθιεις αυτην
13 και παραδωσει αυτην κυριος ο θεος σου εις τας χειρας σου και παταξεις παν αρσενικον αυτης εν φονω μαχαιρας 14 πλην των γυναικων και της αποσκευης και παντα τα κτηνη και παντα οσα αν υπαρχη εν τη πολει και πασαν την απαρτιαν προνομευσεις σεαυτω και φαγη πασαν την προνομην των εχθρων σου ων κυριος ο θεος σου διδωσιν σοι 15 ουτως ποιησεις πασας τας πολεις τας μακραν ουσας απο σου σφοδρα αι ουχι εκ των πολεων των εθνων τουτων 16 ιδου δε απο των πολεων των εθνων τουτων ων κυριος ο θεος σου διδωσιν σοι κληρονομειν την γην αυτων ου ζωγρησετε απ' αυτων παν εμπνεον 17 αλλ' η αναθεματι αναθεματιειτε αυτους τον χετταιον και αμορραιον και χαναναιον και φερεζαιον και ευαιον και ιεβουσαιον και γεργεσαιον ον τροπον ενετειλατο σοι κυριος ο θεος σου 18 ινα μη διδαξωσιν υμας ποιειν παντα τα βδελυγματα αυτων οσα εποιησαν τοις θεοις αυτων και αμαρτησεσθε εναντιον κυριου του θεου υμων 19 εαν δε περικαθισης περι πολιν ημερας πλειους εκπολεμησαι αυτην εις καταλημψιν αυτης ουχι εξολεθρευσεις τα δενδρα αυτης επιβαλειν επ' αυτα σιδηρον αλλ' η απ' αυτου φαγη αυτο δε ουκ εκκοψεις μη ανθρωπος το ξυλον το εν τω αγρω εισελθειν απο προσωπου σου εις τον χαρακα 20 αλλα ξυλον ο επιστασαι οτι ου καρποβρωτον εστιν τουτο εξολεθρευσεις και εκκοψεις και οικοδομησεις χαρακωσιν επι την πολιν ητις ποιει προς σε τον πολεμον εως αν παραδοθη

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας