Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ αυτη η ευλογια ην ευλογησεν μωυσης ανθρωπος του θεου τους υιους ισραηλ προ της τελευτης αυτου 2 και ειπεν κυριος εκ σινα ηκει και επεφανεν εκ σηιρ ημιν και κατεσπευσεν εξ ορους φαραν συν μυριασιν καδης εκ δεξιων αυτου αγγελοι μετ' αυτου 3 και εφεισατο του λαου αυτου και παντες οι ηγιασμενοι υπο τας χειρας σου και ουτοι υπο σε εισιν και εδεξατο απο των λογων αυτου


4 νομον ον ενετειλατο ημιν μωυσης κληρονομιαν συναγωγαις ιακωβ 5 και εσται εν τω ηγαπημενω αρχων συναχθεντων αρχοντων λαων αμα φυλαις ισραηλ 6 ζητω ρουβην και μη αποθανετω και εστω πολυς εν αριθμω 7 και αυτη ιουδα εισακουσον κυριε φωνης ιουδα και εις τον λαον αυτου εισελθοισαν αι χειρες αυτου διακρινουσιν αυτω και βοηθος εκ των εχθρων αυτου εση 8 και τω λευι ειπεν δοτε λευι δηλους αυτου και αληθειαν αυτου τω ανδρι τω οσιω ον επειρασαν αυτον εν πειρα ελοιδορησαν αυτον επι υδατος αντιλογιας 9 ο λεγων τω πατρι και τη μητρι ουχ εορακα σε και τους αδελφους αυτου ουκ επεγνω και τους υιους αυτου απεγνω εφυλαξεν τα λογια σου και την διαθηκην σου διετηρησεν


10 δηλωσουσιν τα δικαιωματα σου τω ιακωβ και τον νομον σου τω ισραηλ επιθησουσιν θυμιαμα εν οργη σου δια παντος επι το θυσιαστηριον σου 11 ευλογησον κυριε την ισχυν αυτου και τα εργα των χειρων αυτου δεξαι καταξον οσφυν εχθρων επανεστηκοτων αυτω και οι μισουντες αυτον μη αναστητωσαν 12 και τω βενιαμιν ειπεν ηγαπημενος υπο κυριου κατασκηνωσει πεποιθως και ο θεος σκιαζει επ' αυτω πασας τας ημερας και ανα μεσον των ωμων αυτου κατεπαυσεν
13 και τω ιωσηφ ειπεν απ' ευλογιας κυριου η γη αυτου απο ωρων ουρανου και δροσου και απο αβυσσων πηγων κατωθεν 14 και καθ' ωραν γενηματων ηλιου τροπων και απο συνοδων μηνων 15 και απο κορυφης ορεων αρχης και απο κορυφης βουνων αεναων 16 και καθ' ωραν γης πληρωσεως και τα δεκτα τω οφθεντι εν τω βατω ελθοισαν επι κεφαλην ιωσηφ και επι κορυφης δοξασθεις εν αδελφοις


17 πρωτοτοκος ταυρου το καλλος αυτου κερατα μονοκερωτος τα κερατα αυτου εν αυτοις εθνη κερατιει αμα εως επ' ακρου γης αυται μυριαδες εφραιμ και αυται χιλιαδες μανασση 18 και τω ζαβουλων ειπεν ευφρανθητι ζαβουλων εν εξοδια σου και ισσαχαρ εν τοις σκηνωμασιν αυτου 19 εθνη εξολεθρευσουσιν και επικαλεσεσθε εκει και θυσετε θυσιαν δικαιοσυνης οτι πλουτος θαλασσης θηλασει σε και εμπορια παραλιον κατοικουντων 20 και τω γαδ ειπεν ευλογημενος εμπλατυνων γαδ ως λεων ανεπαυσατο συντριψας βραχιονα και αρχοντα 21 και ειδεν απαρχην αυτου οτι εκει εμερισθη γη αρχοντων συνηγμενων αμα αρχηγοις λαων δικαιοσυνην κυριος εποιησεν και κρισιν αυτου μετα ισραηλ 22 και τω δαν ειπεν δαν σκυμνος λεοντος και εκπηδησεται εκ του βασαν 23 και τω νεφθαλι ειπεν νεφθαλι πλησμονη δεκτων και εμπλησθητω ευλογιαν παρα κυριου θαλασσαν και λιβα κληρονομησει 24 και τω ασηρ ειπεν ευλογητος απο τεκνων ασηρ και εσται δεκτος τοις αδελφοις αυτου βαψει εν ελαιω τον ποδα αυτου
25 σιδηρος και χαλκος το υποδημα αυτου εσται και ως αι ημεραι σου η ισχυς σου 26 ουκ εστιν ωσπερ ο θεος του ηγαπημενου ο επιβαινων επι τον ουρανον βοηθος σου και ο μεγαλοπρεπης του στερεωματος 27 και σκεπασις θεου αρχης και υπο ισχυν βραχιονων αεναων και εκβαλει απο προσωπου σου εχθρον λεγων απολοιο 28 και κατασκηνωσει ισραηλ πεποιθως μονος επι γης ιακωβ επι σιτω και οινω και ο ουρανος αυτω συννεφης δροσω


29 μακαριος συ ισραηλ τις ομοιος σοι λαος σωζομενος υπο κυριου υπερασπιει ο βοηθος σου και η μαχαιρα καυχημα σου και ψευσονται σε οι εχθροι σου και συ επι τον τραχηλον αυτων επιβηση

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας