Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εσται εαν εισελθης εις την γην ην κυριος ο θεος σου διδωσιν σοι εν κληρω και κατακληρονομησης αυτην και κατοικησης επ' αυτης 2 και λημψη απο της απαρχης των καρπων της γης σου ης κυριος ο θεος σου διδωσιν σοι και εμβαλεις εις καρταλλον και πορευση εις τον τοπον ον αν εκλεξηται κυριος ο θεος σου επικληθηναι το ονομα αυτου εκει 3 και ελευση προς τον ιερεα ος εαν η εν ταις ημεραις εκειναις και ερεις προς αυτον αναγγελλω σημερον κυριω τω θεω μου οτι εισεληλυθα εις την γην ην ωμοσεν κυριος τοις πατρασιν ημων δουναι ημιν 4 και λημψεται ο ιερευς τον καρταλλον εκ των χειρων σου και θησει αυτον απεναντι του θυσιαστηριου κυριου του θεου σου 5 και αποκριθηση και ερεις εναντι κυριου του θεου σου συριαν απεβαλεν ο πατηρ μου και κατεβη εις αιγυπτον και παρωκησεν εκει εν αριθμω βραχει και εγενετο εκει εις εθνος μεγα και πληθος πολυ και μεγα 6 και εκακωσαν ημας οι αιγυπτιοι και εταπεινωσαν ημας και επεθηκαν ημιν εργα σκληρα 7 και ανεβοησαμεν προς κυριον τον θεον των πατερων ημων και εισηκουσεν κυριος της φωνης ημων και ειδεν την ταπεινωσιν ημων και τον μοχθον ημων και τον θλιμμον ημων 8 και εξηγαγεν ημας κυριος εξ αιγυπτου αυτος εν ισχυι μεγαλη και εν χειρι κραταια και εν βραχιονι αυτου τω υψηλω και εν οραμασιν μεγαλοις και εν σημειοις και εν τερασιν 9 και εισηγαγεν ημας εις τον τοπον τουτον και εδωκεν ημιν την γην ταυτην γην ρεουσαν γαλα και μελι 10 και νυν ιδου ενηνοχα την απαρχην των γενηματων της γης ης εδωκας μοι κυριε γην ρεουσαν γαλα και μελι και αφησεις αυτα απεναντι κυριου του θεου σου και προσκυνησεις εκει εναντι κυριου του θεου σου 11 και ευφρανθηση εν πασιν τοις αγαθοις οις εδωκεν σοι κυριος ο θεος σου και τη οικια σου συ και ο λευιτης και ο προσηλυτος ο εν σοι 12 εαν δε συντελεσης αποδεκατωσαι παν το επιδεκατον των γενηματων της γης σου εν τω ετει τω τριτω το δευτερον επιδεκατον δωσεις τω λευιτη και τω προσηλυτω και τω ορφανω και τη χηρα και φαγονται εν ταις πολεσιν σου και εμπλησθησονται
13 και ερεις εναντιον κυριου του θεου σου εξεκαθαρα τα αγια εκ της οικιας μου και εδωκα αυτα τω λευιτη και τω προσηλυτω και τω ορφανω και τη χηρα κατα πασας τας εντολας ας ενετειλω μοι ου παρηλθον την εντολην σου και ουκ επελαθομην


14 και ουκ εφαγον εν οδυνη μου απ' αυτων ουκ εκαρπωσα απ' αυτων εις ακαθαρτον ουκ εδωκα απ' αυτων τω τεθνηκοτι υπηκουσα της φωνης κυριου του θεου μου εποιησα καθα ενετειλω μοι 15 κατιδε εκ του οικου του αγιου σου εκ του ουρανου και ευλογησον τον λαον σου τον ισραηλ και την γην ην εδωκας αυτοις καθα ωμοσας τοις πατρασιν ημων δουναι ημιν γην ρεουσαν γαλα και μελι


16 εν τη ημερα ταυτη κυριος ο θεος σου ενετειλατο σοι ποιησαι παντα τα δικαιωματα ταυτα και τα κριματα και φυλαξεσθε και ποιησετε αυτα εξ ολης της καρδιας υμων και εξ ολης της ψυχης υμων


17 τον θεον ειλου σημερον ειναι σου θεον και πορευεσθαι εν ταις οδοις αυτου και φυλασσεσθαι τα δικαιωματα και τα κριματα αυτου και υπακουειν της φωνης αυτου 18 και κυριος ειλατο σε σημερον γενεσθαι σε αυτω λαον περιουσιον καθαπερ ειπεν σοι φυλασσειν πασας τας εντολας αυτου


19 και ειναι σε υπερανω παντων των εθνων ως εποιησεν σε ονομαστον και καυχημα και δοξαστον ειναι σε λαον αγιον κυριω τω θεω σου καθως ελαλησεν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας