Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ συ βηθλεεμ οικος του εφραθα ολιγοστος ει του ειναι εν χιλιασιν ιουδα εκ σου μοι εξελευσεται του ειναι εις αρχοντα εν τω ισραηλ και αι εξοδοι αυτου απ' αρχης εξ ημερων αιωνος 2 δια τουτο δωσει αυτους εως καιρου τικτουσης τεξεται και οι επιλοιποι των αδελφων αυτων επιστρεψουσιν επι τους υιους ισραηλ

Loading...


3 και στησεται και οψεται και ποιμανει το ποιμνιον αυτου εν ισχυι κυριου και εν τη δοξη του ονοματος κυριου του θεου αυτων υπαρξουσιν διοτι νυν μεγαλυνθησεται εως ακρων της γης 4 και εσται αυτη ειρηνη οταν ασσυριος επελθη επι την γην υμων και οταν επιβη επι την χωραν υμων και επεγερθησονται επ' αυτον επτα ποιμενες και οκτω δηγματα ανθρωπων 5 και ποιμανουσιν τον ασσουρ εν ρομφαια και την γην του νεβρωδ εν τη ταφρω αυτης και ρυσεται εκ του ασσουρ οταν επελθη επι την γην υμων και οταν επιβη επι τα ορια υμων 6 και εσται το υπολειμμα του ιακωβ εν τοις εθνεσιν εν μεσω λαων πολλων ως δροσος παρα κυριου πιπτουσα και ως αρνες επι αγρωστιν οπως μη συναχθη μηδεις μηδε υποστη εν υιοις ανθρωπων 7 και εσται το υπολειμμα του ιακωβ εν τοις εθνεσιν εν μεσω λαων πολλων ως λεων εν κτηνεσιν εν τω δρυμω και ως σκυμνος εν ποιμνιοις προβατων ον τροπον οταν διελθη και διαστειλας αρπαση και μη η ο εξαιρουμενος 8 υψωθησεται η χειρ σου επι τους θλιβοντας σε και παντες οι εχθροι σου εξολεθρευθησονται 9 και εσται εν εκεινη τη ημερα λεγει κυριος εξολεθρευσω τους ιππους σου εκ μεσου σου και απολω τα αρματα σου 10 και εξολεθρευσω τας πολεις της γης σου και εξαρω παντα τα οχυρωματα σου 11 και εξαρω τα φαρμακα σου εκ των χειρων σου και αποφθεγγομενοι ουκ εσονται εν σοι 12 και εξολεθρευσω τα γλυπτα σου και τας στηλας σου εκ μεσου σου και ουκετι μη προσκυνησης τοις εργοις των χειρων σου 13 και εκκοψω τα αλση σου εκ μεσου σου και αφανιω τας πολεις σου 14 και ποιησω εν οργη και εν θυμω εκδικησιν εν τοις εθνεσιν ανθ' ων ουκ εισηκουσαν

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας