Γέν
Ἔξ
Λευ
Ἀρι
Δευτ
Ἰησ
Κριτ
Ῥούθ
ΒασΓʹ
ΒασΒʹ
ΒασΓ
ΒασΔʹ
ΠαραΑʹ
ΠαραΒʹ
ἜσδΑʹ
ἜσδΒʹ
Τωβ
Ἰουδ
Ἐσθήρ
Ἰώβ
Ψαλ
Παρ
Ἐκκλ
Ἆσμα
Σαλ
Σει
Ἠσα
Ἱερ
Θρῆ
Βαρ
Ἰεζ
Δαν
Ὡσηέ
Ἰωήλ
Ἀμώς
Ὀβδ
Ἰων
Μιχ
Ναο
Ἀμβ
Zeph
Ἀγγ
Zech
Μαλ
ΜακΑ
ΜακΒʹ
ΚΑΙ εσται επ' εσχατων των ημερων εμφανες το ορος του κυριου ετοιμον επι τας κορυφας των ορεων και μετεωρισθησεται υπερανω των βουνων και σπευσουσιν προς αυτο λαοι

Loading...


2 και πορευσονται εθνη πολλα και ερουσιν δευτε αναβωμεν εις το ορος κυριου και εις τον οικον του θεου ιακωβ και δειξουσιν ημιν την οδον αυτου και πορευσομεθα εν ταις τριβοις αυτου οτι εκ σιων εξελευσεται νομος και λογος κυριου εξ ιερουσαλημ

Loading...


3 και κρινει ανα μεσον λαων πολλων και εξελεγξει εθνη ισχυρα εως εις γην μακραν και κατακοψουσιν τας ρομφαιας αυτων εις αροτρα και τα δορατα αυτων εις δρεπανα και ουκετι μη ανταρη εθνος επ' εθνος ρομφαιαν και ουκετι μη μαθωσιν πολεμειν 4 και αναπαυσεται εκαστος υποκατω αμπελου αυτου και εκαστος υποκατω συκης αυτου και ουκ εσται ο εκφοβων διοτι το στομα κυριου παντοκρατορος ελαλησεν ταυτα 5 οτι παντες οι λαοι πορευσονται εκαστος την οδον αυτου ημεις δε πορευσομεθα εν ονοματι κυριου θεου ημων εις τον αιωνα και επεκεινα 6 εν τη ημερα εκεινη λεγει κυριος συναξω την συντετριμμενην και την εξωσμενην εισδεξομαι και ους απωσαμην 7 και θησομαι την συντετριμμενην εις υπολειμμα και την απωσμενην εις εθνος ισχυρον και βασιλευσει κυριος επ' αυτους εν ορει σιων απο του νυν και εως εις τον αιωνα

Loading...


8 και συ πυργος ποιμνιου αυχμωδης θυγατερ σιων επι σε ηξει και εισελευσεται η αρχη η πρωτη βασιλεια εκ βαβυλωνος τη θυγατρι ιερουσαλημ 9 και νυν ινα τι εγνως κακα μη βασιλευς ουκ ην σοι η η βουλη σου απωλετο οτι κατεκρατησαν σου ωδινες ως τικτουσης 10 ωδινε και ανδριζου και εγγιζε θυγατερ σιων ως τικτουσα διοτι νυν εξελευση εκ πολεως και κατασκηνωσεις εν πεδιω και ηξεις εως βαβυλωνος εκειθεν ρυσεται σε και εκειθεν λυτρωσεται σε κυριος ο θεος σου εκ χειρος εχθρων σου 11 και νυν επισυνηχθη επι σε εθνη πολλα οι λεγοντες επιχαρουμεθα και εποψονται επι σιων οι οφθαλμοι ημων 12 αυτοι δε ουκ εγνωσαν τον λογισμον κυριου και ου συνηκαν την βουλην αυτου οτι συνηγαγεν αυτους ως δραγματα αλωνος 13 αναστηθι και αλοα αυτους θυγατερ σιων οτι τα κερατα σου θησομαι σιδηρα και τας οπλας σου θησομαι χαλκας και κατατηξεις εν αυτοις εθνη και λεπτυνεις λαους πολλους και αναθησεις τω κυριω το πληθος αυτων και την ισχυν αυτων τω κυριω πασης της γης 14 νυν εμφραχθησεται θυγατηρ εφραιμ εν φραγμω συνοχην εταξεν εφ' ημας εν ραβδω παταξουσιν επι σιαγονα τας φυλας του ισραηλ

Ματ

Μάρ

Λου

Ίωά

Άποσ

Ρωμ

ΚορΑʹ

ΚορΒʹ

Γαλ

Έφε

Φιλ

Κολ

ΘεσσΑʹ

ΘεσσΒʹ

ΤιμΑʹ

ΤιμBʹ

Τίτ

Φιλήμ

Έβρ

Ίακ

ΠετΑʹ

ΠετBʹ

ΊωάΑʹ

ΊωάBʹ

ΊωάΓʹ

Ίού

Άποκ

 

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας