ΕΙς το τελος υπερ των υιων κορε υπερ των κρυφιων ψαλμος 2 ο θεος ημων καταφυγη και δυναμις βοηθος εν θλιψεσιν ταις ευρουσαις ημας σφοδρα 3 δια τουτο ου φοβηθησομεθα εν τω ταρασσεσθαι την γην και μετατιθεσθαι ορη εν καρδιαις θαλασσων 4 ηχησαν και εταραχθησαν τα υδατα αυτων εταραχθησαν τα ορη εν τη κραταιοτητι αυτου διαψαλμα 5 του ποταμου τα ορμηματα ευφραινουσιν την πολιν του θεου ηγιασεν το σκηνωμα αυτου ο υψιστος 6 ο θεος εν μεσω αυτης ου σαλευθησεται βοηθησει αυτη ο θεος το προς πρωι 7 εταραχθησαν εθνη εκλιναν βασιλειαι εδωκεν φωνην αυτου εσαλευθη η γη 8 κυριος των δυναμεων μεθ' ημων αντιλημπτωρ ημων ο θεος ιακωβ διαψαλμα 9 δευτε ιδετε τα εργα κυριου α εθετο τερατα επι της γης 10 ανταναιρων πολεμους μεχρι των περατων της γης τοξον συντριψει και συγκλασει οπλον και θυρεους κατακαυσει εν πυρι 11 σχολασατε και γνωτε οτι εγω ειμι ο θεος υψωθησομαι εν τοις εθνεσιν υψωθησομαι εν τη γη 12 κυριος των δυναμεων μεθ' ημων αντιλημπτωρ ημων ο θεος ιακωβ

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας