ΤΟΥ δαυιδ κρινον με κυριε οτι εγω εν ακακια μου επορευθην και επι τω κυριω ελπιζων ου μη ασθενησω 2 δοκιμασον με κυριε και πειρασον με πυρωσον τους νεφρους μου και την καρδιαν μου 3 οτι το ελεος σου κατεναντι των οφθαλμων μου εστιν και ευηρεστησα εν τη αληθεια σου 4 ουκ εκαθισα μετα συνεδριου ματαιοτητος και μετα παρανομουντων ου μη εισελθω

5 εμισησα εκκλησιαν πονηρευομενων και μετα ασεβων ου μη καθισω 6 νιψομαι εν αθωοις τας χειρας μου και κυκλωσω το θυσιαστηριον σου κυριε 7 του ακουσαι φωνην αινεσεως και διηγησασθαι παντα τα θαυμασια σου 8 κυριε ηγαπησα ευπρεπειαν οικου σου και τοπον σκηνωματος δοξης σου 9 μη συναπολεσης μετα ασεβων την ψυχην μου και μετα ανδρων αιματων την ζωην μου 10 ων εν χερσιν ανομιαι η δεξια αυτων επλησθη δωρων 11 εγω δε εν ακακια μου επορευθην λυτρωσαι με και ελεησον με 12 ο γαρ πους μου εστη εν ευθυτητι εν εκκλησιαις ευλογησω σε κυριε

Πατήρ
Υιός
Άγιο Πνεύμα
Άγγελοι
Σατανάς
Σχόλια
Παραπομπή
Έργα τέχνης
Άτλας